Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
14.1
Ἔννατον ἐκεῖνο φήσουσι τό· Πάντοτε ζῶν εἰς τὸ ἐντυγχάνειν ὑπὲρ ἡμῶν. εὖ γε καὶ λίαν μυστικῶς τε καὶ φιλανθρώπως. τὸ γὰρ ἐντυγχάνειν οὐχ, ὡς ἡ τῶν πολλῶν συνήθεια, τὸ ζητεῖν ἐκδίκησιν ἔχει· τοῦτο γάρ πως καὶ ταπεινότητος· ἀλλὰ τὸ πρεσβεύειν ὑπὲρ ἡμῶν τῷ λόγῳ τῆς μεσιτείας· ὡς καὶ τὸ πνεῦμα ὑπὲρ ἡμῶν ἐντυγ χάνειν λέγεται. Εἶς γὰρ θεός, εἶς καὶ μεσίτης θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Ἰησοῦς Χριστός. πρεσβεύει γὰρ ἔτι καὶ νῦν, ὡς ἄνθρω πος, ὑπὲρ τῆς ἐμῆς σωτηρίας, ὅτι μετὰ τοῦ σώματός ἐστιν, οὗ προσέλαβεν, ἕως ἂν ἐμὲ ποιήσῃ θεὸν τῇ δυνάμει τῆς ἐνανθρωπήσεως, κἂν μηκέτι κατὰ σάρκα γινώσκηται, τὰ σαρκικὰ λέγω πάθη καί, χωρὶς τῆς ἁμαρτίας, ἡμέτερα. οὕτω δὲ καὶ παράκλητον ἔχομεν Ἰησοῦν Χριστὸν οὐχ ὡς ὑπὲρ ἡμῶν προκαλινδούμενον τοῦ πατρός, καὶ προσπίπτοντα δουλικῶς. ἄπαγε τὴν δούλην ὄντως ὑπόνοιαν, καὶ ἀναξίαν τοῦ πνεύματος. οὔτε γὰρ τοῦ πατρὸς τοῦτο ἐπιζητεῖν, οὔτε τοῦ υἱοῦ πάσχειν, οὐδ' ὡς περὶ θεοῦ διανοεῖσθαι δίκαιον· ἀλλ' οἷς πέπονθεν, ὡς ἄνθρωπος, πείθει καρτερεῖν, ὡς λόγος καὶ παραινέτης. τοῦτο νοεῖταί μοι ἡ παράκλησις.

Intertext edge

Open linked passage

Note