Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
1.1
Ἐπειδή σοι τὰς μὲν ἐκ τῶν λογισμῶν στροφὰς καὶ πλοκὰς ἱκανῶς διεσείσαμεν τῇ δυνάμει τοῦ πνεύματος, τὰς δὲ παρὰ τῶν θείων γραφῶν ἐνστάσεις τε καὶ ἀντιθέσεις, αἷς οἱ τοῦ γράμματος ἱερόσυλοι καὶ τὸν νοῦν τῶν γεγραμμένων κλέπτοντες τοὺς πολλοὺς σφετερίζονται, καὶ τὴν ὁδὸν τῆς ἀληθείας ταράσσουσι, συλλήβδην μὲν ἤδη λελύκαμεν, καὶ οὐκ ἀμυδρῶς, ὡς ἐμαυτὸν πείθω, τοῖς εὐγνωμονεστέροις· τὰς μὲν ὑψηλοτέρας καὶ θεοπρεπεστέρας φωνὰς προσνείμαντες τῇ θεότητι, τὰς δὲ ταπεινοτέρας καὶ ἀνθρωπικω τέρας τῷ νέῳ δι' ἡμᾶς Ἀδὰμ καὶ θεῷ παθητῷ κατὰ τῆς ἁμαρτίας· τοῖς δὲ καθ' ἕκαστον οὐκ ἐπεξεληλύθαμεν, ἐπειγομένου τοῦ λόγου· σὺ δὲ καὶ τούτων ἐπιζητεῖς ἐν βραχεῖ τὰς λύσεις, τοῦ μὴ παρα σύρεσθαι λόγοις πιθανότητος, ἡμεῖς καὶ ταύτας κεφαλαιώσομεν εἰς ἀριθμοὺς διελόντες διὰ τὸ εὐμνημόνευτον.

Intertext edge

Open linked passage

Note