Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
20.1
Δοκεῖ γάρ μοι λέγεσθαι υἱὸς μέν, ὅτι ταὐτόν ἐστι τῷ πατρὶ κατ' οὐσίαν; καὶ οὐκ ἐκεῖνο μόνον, ἀλλὰ κἀκεῖθεν. μονογενὴς δέ, οὐχ ὅτι μόνος ἐκ μόνου καὶ μόνον, ἀλλ' ὅτι καὶ μονοτρόπως, οὐχ ὡς τὰ σώματα. λόγος δέ, ὅτι οὕτως ἔχει πρὸς τὸν πατέρα, ὡς πρὸς νοῦν λόγος· οὐ μόνον διὰ τὸ ἀπαθὲς τῆς γεννήσεως, ἀλλὰ καὶ τὸ συναφές, καὶ τὸ ἐξαγγελτικόν. τάχα δ' ἂν εἴποι τις, ὅτι καὶ ὡς ὅρος πρὸς τὸ ὁριζόμενον, ἐπειδὴ καὶ τοῦτο λέγεται λόγος. ὁ γὰρ νενοηκώς, φησι, τὸν υἱόν, τοῦτο γάρ ἐστι τὸ ἑωρακώς, νενόηκε τὸν πατέρα· καὶ σύντομος ἀπόδειξις καὶ ῥᾳδία τῆς τοῦ πατρὸς φύσεως ὁ υἱός. γέννημα γὰρ ἅπαν τοῦ γεγεννηκότος σιωπῶν λόγος. εἰ δὲ καὶ διὰ τὸ ἐνυπάρχειν τοῖς οὖσι λέγοι τις, οὐχ ἁμαρτήσεται τοῦ λόγου. τί γάρ ἐστιν, ὃ μὴ λόγῳ συνέστηκεν; σοφία δέ, ὡς ἐπιστήμη θείων τε καὶ ἀνθρωπίνων πραγμάτων. πῶς γὰρ οἷόν τε τὸν πεποι ηκότα τοὺς λόγους ἀγνοεῖν ὧν πεποίηκεν; δύναμις δέ, ὡς συν τηρητικὸς τῶν γενομένων, καὶ τὴν τοῦ συνέχεσθαι ταῦτα χορηγῶν δύναμιν. ἀλήθεια δέ, ὡς ἕν, οὐ πολλὰ τῇ φύσει· τὸ μὲν γὰρ ἀληθὲς ἕν, τὸ δὲ ψεῦδος πολυσχιδές· καὶ ὡς καθαρὰ τοῦ πατρὸς σφραγίς, καὶ χαρακτὴρ ἀψευδέστατος. εἰκὼν δέ, ὡς ὁμοούσιον, καὶ ὅτι τοῦτο ἐκεῖθεν, ἀλλ' οὐκ ἐκ τούτου πατήρ. αὕτη γὰρ εἰκόνος φύσις, μίμημα εἶναι τοῦ ἀρχετύπου, καὶ οὗ λέγεται· πλὴν ὅτι καὶ πλέον ἐνταῦθα. ἐκεῖ μὲν γὰρ ἀκίνητος κινουμένου· ἐνταῦθα δὲ ζῶντος καὶ ζῶσα, καὶ πλέον ἔχουσα τὸ ἀπαράλλακτον, ἢ τοῦ Ἀδὰμ ὁ Σήθ, καὶ τοῦ γεννῶντος παντὸς τὸ γεννώμενον. τοιαύτη γὰρ ἡ τῶν ἁπλῶν φύσις, μὴ τῷ μὲν ἐοικέναι, τῷ δὲ ἀπεοικέναι, ἀλλ' ὅλον ὅλου τύπον εἶναι, καὶ ταὐτὸν μᾶλλον, ἢ ἀφομοίωμα. φῶς δέ, ὡς λαμπρότης ψυχῶν καὶ λόγῳ καὶ βίῳ καθαιρομένων. εἰ γὰρ σκότος ἡ ἄγνοια καὶ ἡ ἁμαρτία, φῶς ἂν εἴη ἡ γνῶσις, καὶ ὁ βίος ὁ ἔνθεος. ζωὴ δέ, ὅτι φῶς, καὶ πάσης λογικῆς φύσεως σύστασις καὶ οὐσίωσις. ἐν αὐτῷ γὰρ ζῶμεν, καὶ κινούμεθα, καὶ ἐσμέν, κατὰ τὴν διπλῆν τοῦ ἐμφυσήματος δύναμιν, καὶ πνοὴν ἐκεῖθεν ἐμφυσώμενοι πάντες, καὶ πνεῦμα ἅγιον ὅσοι χωρητικοί, καὶ τοσοῦτον, καθ' ὅσον ἂν τὸ στόμα τῆς διανοίας ἀνοίξωμεν. δικαιοσύνη δέ, ὅτι τοῦ πρὸς ἀξίαν διαιρέτης, καὶ διαιτῶν δικαίως τοῖς ὑπὸ νόμον καὶ τοῖς ὑπὸ χάριν, ψυχῇ καὶ σώματι, ὥστε τὸ μὲν ἄρχειν, τὸ δὲ ἄρχεσθαι, καὶ τὴν ἡγεμονίαν ἔχειν τὸ κρεῖττον κατὰ τοῦ χείρονος, ὡς μὴ τὸ χεῖρον ἐπανίστασθαι τῷ βελτίονι. ἁγιασμὸς δέ, ὡς καθαρότης, ἵνα χωρῆται τὸ καθαρὸν καθαρότητι. ἀπολύτρωσις δέ, ὡς ἐλευθερῶν ἡμᾶς ὑπὸ τῆς ἁμαρτίας κατεχομένους, καὶ λύτρον ἑαυτὸν ἀντι διδοὺς ἡμῶν τῆς οἰκουμένης καθάρσιον. ἀνάστασις δέ, ὡς ἐντεῦθεν ἡμᾶς ἀπανιστάς, καὶ πρὸς τὴν ζωὴν ἐπανάγων νενεκρωμένους ὑπὸ τῆς ἁμαρτίας.

Intertext edge

Open linked passage

Note