Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
21.1
Ταῦτα μὲν οὖν ἔτι κοινὰ τοῦ τε ὑπὲρ ἡμᾶς καὶ τοῦ δι' ἡμᾶς. ἃ δὲ ἰδίως ἡμέτερα καὶ τῆς ἐντεῦθεν προσλήψεως· ἄνθρωπος μέν, οὐχ ἵνα χωρηθῇ μόνον διὰ σώματος σώμασιν, ἄλλως οὐκ ἂν χωρηθεὶς διὰ τὸ τῆς φύσεως ἄληπτον· ἀλλ' ἵνα καὶ ἁγιάσῃ δι' ἑαυτοῦ τὸν ἄνθρωπον, ὥσπερ ζύμη γενόμενος τῷ παντὶ φυράματι, καὶ πρὸς ἑαυτὸν ἑνώσας τὸ κατακριθὲν ὅλον λύσῃ τοῦ κατακρίματος, πάντα ὑπὲρ πάντων γενόμενος, ὅσα ἡμεῖς, πλὴν τῆς ἁμαρτίας, σῶμα, ψυχή, νοῦς, δι' ὅσων ὁ θάνατος· τὸ κοινὸν ἐκ τούτων, ἄνθρωπος, θεὸς ὁρώμενος, διὰ τὸ νοούμενον. υἱὸς δὲ ἀνθρώπου, καὶ διὰ τὸν Ἀδάμ, καὶ διὰ τὴν παρθένον, ἐξ ὧν ἐγένετο· τοῦ μέν, ὡς προπάτορος, τῆς δέ, ὡς μητρός, νόμῳ καὶ οὐ νόμῳ γεννήσεως. Χριστὸς δέ, διὰ τὴν θεότητα· χρίσις γὰρ αὕτη τῆς ἀνθρωπότητος, οὐκ ἐνεργείᾳ κατὰ τοὺς ἄλλους χριστοὺς ἁγιάζουσα, παρουσίᾳ δὲ ὅλου τοῦ χρίοντος· ἧς ἔργον ἄνθρωπον ἀκοῦσαι τὸ χρίον, καὶ ποιῆσαι θεὸν τὸ χριόμενον. ὁδὸς δέ, ὡς δι' ἑαυτοῦ φέρων ἡμᾶς. θύρα δέ, ὡς εἰσαγωγεύς. ποιμὴν δέ, ὡς εἰς τόπον χλόης κατασκηνῶν, καὶ ἐκτρέφων ἐπὶ ὕδατος ἀναπαύσεως, καὶ ἐντεῦθεν ὁδηγῶν, καὶ προπολεμῶν κατὰ τῶν θηρίων· τὸ πλανώμενον ἐπιστρέφων, τὸ ἀπολωλὸς ἐπανάγων, τὸ συντετριμμένον καταδεσμῶν, τὸ ἰσχυρὸν φυλάσσων, καὶ πρὸς τὴν ἐκεῖθεν μάνδραν συνάγων λόγοις ποιμαντικῆς ἐπιστήμης. πρόβατον δέ, ὡς σφάγιον· ἀμνὸς δέ, ὡς τέλειον. ἀρχιερεὺς δέ, ὡς προσαγωγεύς. Μελχισεδὲκ δέ, ὡς ἀμήτωρ τὸ ὑπὲρ ἡμᾶς, καὶ ἀπάτωρ τὸ καθ' ἡμᾶς· καὶ ὡς ἀγενεαλόγητος τὸ ἄνω· Τὴν γὰρ γενεὰν αὐτοῦ, φησί, τίς διηγήσεται; καὶ ὡς βασιλεὺς Σαλήμ, εἰρήνη δὲ τοῦτο, καὶ ὡς βασιλεὺς δικαιοσύνης, καὶ ὡς ἀποδεκατῶν πατριάρχας κατὰ τῶν πονηρῶν δυνάμεων ἀριστεύοντας. ἔχεις τὰς τοῦ υἱοῦ προσηγορίας. βάδιζε δι' αὐτῶν, ὅσαι τε ὑψηλαί, θεικῶς, καὶ ὅσαι σωματικαί, συμπαθῶς· μᾶλλον δὲ ὅλον θεικῶς, ἵνα γένῃ θεὸς κάτωθεν ἀνελθών, διὰ τὸν κατελθόντα δι' ἡμᾶς ἄνωθεν. ἐπὶ πᾶσι, καὶ πρὸ πάντων, ἐκεῖνο τήρει, καὶ οὐκ ἂν σφαλείης ἐν τοῖς ὑψηλοτέροις ἢ ταπεινοτέροις ὀνόμασιν· Ἰησοῦς Χριστός, χθὲς καὶ σήμερον σωματικῶς, ὁ αὐτὸς πνευματικῶς, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Intertext edge

Open linked passage

Note