De filio orat 30
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)">
—
⋯
Original / primary: Pg Scrape Grc
6.1
Τῆς δὲ αὐτῆς ἔχεται θεωρίας καὶ τὸ μαθεῖν αὐτὸν τὴν ὑπακοὴν ἐξ ὧν ἔπαθεν, ἥ τε κραυγή, καὶ τὰ δάκρυα, καὶ τὸ ἱκετεῦσαι, καὶ τὸ εἰσακουσθῆναι, καὶ τὸ εὐλαβές. ἃ δραματουργεῖται καὶ πλέκεται θαυμασίως ὑπὲρ ἡμῶν. ὡς μὲν γὰρ λόγος, οὔτε ὑπήκοος ἦν, οὔτε ἀνήκοος. τῶν γὰρ ὑπὸ χεῖρα ταῦτα, καὶ τῶν δευτέρων, τὸ μὲν τῶν εὐγνωμονεστέρων, τὸ δὲ τῶν ἀξίων κολάσεως. ὡς δὲ δούλου μορφή, συγκαταβαίνει τοῖς ὁμοδούλοις καὶ δούλοις, καὶ μορφοῦται τὸ ἀλλότριον, ὅλον ἐν ἑαυτῷ ἐμὲ φέρων μετὰ τῶν ἐμῶν, ἵνα ἐν ἑαυτῷ δαπανήσῃ τὸ χεῖρον, ὡς κηρὸν πῦρ, ἢ ὡς ἀτμίδα γῆς ἥλιος, κἀγὼ μεταλάβω τῶν ἐκείνου διὰ τὴν σύγκρασιν. διὰ τοῦτο ἔργῳ τιμᾷ τὴν ὑπακοήν, καὶ πειρᾶται ταύτης ἐκ τοῦ παθεῖν. οὐ γὰρ ἱκανὸν ἡ διάθεσις, ὥσπερ οὐδὲ ἡμῖν, εἰ μὴ καὶ διὰ τῶν πραγμάτων χωρήσαι μεν. ἔργον γὰρ ἀπόδειξις διαθέσεως. οὐ χεῖρον δὲ ἴσως κἀκεῖνο ὑπολαβεῖν, ὅτι δοκιμάζει τὴν ἡμετέραν ὑπακοήν, καὶ πάντα μετρεῖ τοῖς ἑαυτοῦ πάθεσι τέχνῃ φιλανθρωπίας, ὥστε ἔχειν εἰδέναι τοῖς ἑαυτοῦ τὰ ἡμέτερα, καὶ πόσον μὲν ἀπαιτούμεθα, πόσον δὲ συγχω ρούμεθα, λογιζομένης μετὰ τοῦ πάσχειν καὶ τῆς ἀσθενείας. εἰ γὰρ τὸ φῶς ἐδιώχθη διὰ τὸ πρόβλημα, φαῖνον ἐν τῇ σκοτίᾳ, τῷ βίῳ τούτῳ, ὑπὸ τῆς ἄλλης σκοτίας, τοῦ πονηροῦ λέγω καὶ τοῦ πει ραστοῦ, τὸ σκότος πόσον, ὡς ἀσθενέστερον; καὶ τί θαυμαστόν, εἰ ἐκείνου διαφυγόντος παντάπασιν ἡμεῖς ποσῶς καὶ καταληφθείη μεν; μεῖζον γὰρ ἐκείνῳ τὸ διωχθῆναι, ἤπερ ἡμῖν τὸ καταληφθῆναι, παρὰ τοῖς ὀρθῶς ταῦτα λογιζομένοις. ἔτι δὲ προσθήσω τοῖς εἰρη μένοις ἐκεῖνο, ἐνθυμηθεὶς τό· Ἐν ᾧ γὰρ πέπονθεν αὐτὸς πειρα σθείς, δύναται τοῖς πειραζομένοις βοηθῆσαι, σαφῶς πρὸς τὴν αὐτὴν φέρον διάνοιαν. ἔσται δὲ ὁ θεὸς τὰ πάντα ἐν πᾶσιν ἐν τῷ καιρῷ τῆς ἀποκαταστάσεως· οὐχ ὁ πατήρ, πάντως εἰς αὐτὸν ἀναλυθέντος τοῦ υἱοῦ, ὥσπερ εἰς πυρὰν μεγάλην λαμπάδος πρὸς καιρὸν ἀποσπασθείσης, εἶτα συναφθείσης,– μηδὲ γὰρ Σαβέλλιοι τῷ ῥητῷ τούτῳ παραφθειρέσθωσαν,– ἀλλ' ὅλος θεός, ὅταν μηκέτι πολλὰ ὦμεν, ὥσπερ νῦν τοῖς κινήμασι καὶ τοῖς πάθεσιν, οὐδὲν ὅλως θεοῦ, ἢ ὀλίγον, ἐν ἡμῖν αὐτοῖς φέροντες, ἀλλ' ὅλοι θεοειδεῖς, ὅλου θεοῦ χωρητικοὶ καὶ μόνου. τοῦτο γὰρ ἡ τελείωσις, πρὸς ἣν σπεύδομεν· τεκμηριοῖ δὲ μάλιστα Παῦλος αὐτός. ὃ γὰρ ἐνταῦθα περὶ θεοῦ φησὶν ἀορίστως, ἀλλαχοῦ σαφῶς περιορίζει Χριστῷ. τί λέγων; Ὅπου οὐκ ἔνι Ἕλλην, οὐδὲ Ἰουδαῖος, περιτομὴ καὶἀκροβυστία, βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος· ἀλλὰ τὰ πάντα καὶ ἐν πᾶσι Χριστός.