Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
7.1
Τρίτον ἀρίθμει τό· μεῖζον· τέταρτον τό· θεόν μου καὶ θεὸν ὑμῶν. εἰ μὲν οὖν μείζων μὲν ἐλέγετο, μὴ ἴσος δέ, τάχα ἂν ἦν τι τοῦτο αὐτοῖς· εἰ δὲ ἀμφότερα σαφῶς εὑρίσκομεν, τί φήσουσιν οἱ γεννάδαι; τί τὸ ἰσχυρὸν αὐτοῖς; πῶς συμβήσεται τὰ ἀσύμβατα; τὸ γὰρ αὐτὸ τοῦ αὐτοῦ ὁμοίως μεῖζον καὶ ἴσον εἶναι τῶν ἀδυνάτων· ἢ δῆλον ὅτι τὸ μεῖζον μέν ἐστι τῆς αἰτίας, τὸ δὲ ἴσον τῆς φύσεως; καὶ τοῦτο ὑπὸ πολλῆς εὐγνωμοσύνης ὁμολογοῦμεν ἡμεῖς. τάχα δ' ἂν εἴποι τις ἄλλος τῷ ἡμετέρῳ λόγῳ προσφιλονεικῶν, μὴ ἔλαττον εἶναι τὸ ἐκ τοιαύτης αἰτίας εἶναι τοῦ ἀναιτίου. τῆς τε γὰρ τοῦ ἀνάρχου δόξης μετέχοι ἄν, ὅτι ἐκ τοῦ ἀνάρχου· καὶ πρόσεστιν ἡ γέννησις, πρᾶγμα τοσοῦτον, τοῖς γε νοῦν ἔχουσι, καὶ οὕτω σε βάσμιον. τὸ γὰρ δὴ λέγειν, ὅτι τοῦ κατὰ τὸν ἄνθρωπον νοουμένου μείζων, ἀληθὲς μέν, οὐ μέγα δέ. τί γὰρ τὸ θαυμαστόν, εἰ μείζων ἀνθρώπου θεός; ταῦτα μὲν οὖν ἡμῖν εἰρήσθω πρὸς τοὺς τὸ μεῖζον κομπάζοντας.

Intertext edge

Open linked passage

Note