De filio orat 30
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)">
—
⋯
Original / primary: Pg Scrape Grc
8.1
Θεὸς δὲ λέγοιτο ἄν, οὐ τοῦ Λόγου, τοῦ ὁρωμένου δέ· πῶς γὰρ ἂν εἴη τοῦ κυρίως θεοῦ θεός; ὥσπερ καὶ πατήρ, οὐ τοῦ ὁρωμένου, τοῦ λόγου δέ. καὶ γὰρ ἦν διπλοῦς· ὥστε τὸ μὲν κυρίως ἐπ' ἀμφοῖν, τὸ δὲ οὐ κυρίως, ἐναντίως ἢ ἐφ' ἡμῶν ἔχει. ἡμῶν γὰρ κυρίως μὲν θεός, οὐ κυρίως δὲ πατήρ. καὶ τοῦτό ἐστιν ὃ ποιεῖ τοῖς αἱρετικοῖς τὴν πλάνην, ἡ τῶν ὀνομάτων ἐπίζευξις, ἐπαλλαττομένων τῶν ὀνο μάτων διὰ τὴν σύγκρασιν. σημεῖον δέ· ἡνίκα αἱ φύσεις διίστανται, ταῖς ἐπινοίαις συνδιαιρεῖται καὶ τὰ ὀνόματα. Παύλου λέγοντος ἄκουσον· Ἵνα ὁ θεὸς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ πατὴρ τῆς δόξης. Χριστοῦ μὲν θεός, τῆς δὲ δόξης πατήρ. εἰ γὰρ καὶ τὸ συναμφότερον ἕν, ἀλλ' οὐ τῇ φύσει, τῇ δὲ συνόδῳ τούτων. τί ἂν γένοιτο γνωριμώτερον;