De theologia
Gregory of Nazianzus (gregory-of-nazianzus)2 Tdetheolog 10 · pg-scrape-grcMore by Gregory of Nazianzus (gregory-of-nazianzus)
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)">
—
⋯
Original / primary: Pg Scrape Grc
10.1
Ἐπεὶ δέ ἐστιν ἀσώματον ἡμῖν τὸ θεῖον, μικρόν τι προσεξετά σωμεν· πότερον οὐδαμοῦ τοῦτο, ἢ ἔστιν ὅπου; εἰ μὲν γὰρ οὐδαμοῦ, ζητήσαι τις ἂν τῶν ἄγαν ἐξεταστικῶν, πῶς ἂν καὶ εἴη. εἰ γὰρ τὸ μὴ ὂν οὐδαμοῦ, τὸ μηδαμοῦ τυχὸν οὐδὲ ὄν. εἰ δέ ἐστί που, πάντως ἐπείπερ ἐστὶν ἢ ἐν τῷ παντὶ ἢ ὑπὲρ τὸ πᾶν. ἀλλ' εἰ μὲν ἐν τῷ παντί, ἤ τινι, ἢ πανταχοῦ. καὶ εἰ μὲν ἔν τινι, ὑπ' ἐλάττονος περι γραφήσεται τοῦ τινός, εἰ δὲ πανταχοῦ, ὑπὸ πλείονος καὶ ἄλλου πολλοῦ, λέγω δὲ τὸ περιεχόμενον τοῦ περιέχοντος, εἰ τὸ πᾶν ὑπὸ τοῦ παντὸς μέλλοι περισχεθήσεσθαι, καὶ μηδένα τόπον εἶναι περι γραφῆς ἐλεύθερον. ταῦτα μέν, εἰ ἐν τῷ παντί. καὶ ποῦ πρὶν γενέσθαι τὸ πᾶν; οὐδὲ γὰρ τοῦτο μικρὸν εἰς ἀπορίαν. εἰ δὲ ὑπὲρ τὸ πᾶν, ἆρ' οὐδὲν ἦν τὸ διορίζον αὐτὸ τοῦ παντός; ποῦ δὲ τὸ ὑπὲρ τοῦτο; καὶ πῶς ἐνοήθη τὸ ὑπεραῖρον καὶ ὑπεραιρόμενον, οὐκ ὄντος ὅρου τινὸς τοῦ τέμνοντος ταῦτα καὶ διορίζοντος; ἢ χρὴ πάντως εἶναι τὸ μέσον, καὶ ᾧ περατοῦται τὸ πᾶν καὶ τὸ ὑπὲρ τὸ πᾶν; καὶ τί ἄλλο τοῦτο ἢ τόπος ἐστίν, ὅνπερ ἐφύγομεν; καὶ οὔπω λέγω τὸ περιγραπτὸν πάντως εἶναι τὸ θεῖον, καὶ εἰ διανοίᾳ καταληπτόν· ἓν γὰρ περιγραφῆς εἶδος καὶ ἡ κατάληψις.