Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
15.1
Οἱ ἐμπαθέστεροι δὲ αὐτῶν καὶ τὰ πάθη θεοὺς ἐνόμισαν, ἢ θεοῖς ἐτίμησαν, θυμόν, καὶ μιαιφονίαν, καὶ ἀσέλγειαν, καὶ μέθην, καὶ οὐκ οἶδ' ὅ τι ἄλλο τῶν τούτοις παραπλησίων, οὐ καλὴν οὐδὲ δικαίαν ταύτην ἀπολογίαν εὑράμενοι τῶν οἰκείων ἁμαρτημάτων. καὶ τοὺς μὲν ἀφῆκαν κάτω, τοὺς δὲ ὑπὸ γῆν ἔκρυψαν,– τοῦτο συνετῶς μόνον,– τοὺς δὲ ἀνήγαγον εἰς τὸν οὐρανόν. ὢ τῆς γελοίας κληροδοσίας. εἶτα ἑκάστῳ τῶν πλασμάτων ὄνομά τι θεῶν ἢ δαι μόνων ἐπιφημίσαντες, κατὰ τὴν ἐξουσίαν καὶ αὐτονομίαν τῆς πλάνης, καὶ ἀγάλματα ἱδρυσάμενοι, ὧν καὶ τὸ πολυτελὲς δέλεαρ, αἵμασί τε καὶ κνίσσαις, ἔστι δὲ οἵ γε καὶ πράξεσι λίαν αἰσχραῖς, μανίαις τε καὶ ἀνθρωποκτονίαις, τιμᾷν τοῦτο ἐνόμισαν. τοιαύτας γὰρ ἔπρε πεν εἶναι θεῶν τοιούτων καὶ τὰς τιμάς. ἤδη δὲ καὶ κνωδάλοις, καὶ τετραπόδοις, καὶ ἑρπετοῖς, καὶ τούτων τοῖς αἰσχίστοις τε καὶ γελοιοτάτοις, ἑαυτοὺς καθύβρισαν, καὶ τούτοις φέροντες τὴν τοῦ θεοῦ δόξαν προσέθηκαν· ὡς μὴ ῥᾴδιον εἶναι κρῖναι, ποτέρον δεῖ καταφρονεῖν μᾶλλον τῶν προσκυνούντων ἢ τῶν προσκυνουμένων. τάχα δὲ καὶ πολὺ πλέον τῶν λατρευόντων, ὅτι λογικῆς ὄντες φύσεως, καὶ χάριν θεοῦ δεξάμενοι, τὸ χεῖρον ὡς ἄμεινον προεστή σαντο. καὶ τοῦτο τοῦ πονηροῦ τὸ σόφισμα, τῷ καλῷ καταχρησα μένου πρὸς τὸ κακόν, οἷα τὰ πολλὰ τῶν ἐκείνου κακουργημάτων. παραλαβὼν γὰρ αὐτῶν τὸν πόθον πλανώμενον κατὰ θεοῦ ζήτησιν, ἵν' εἰς ἑαυτὸν περισπάσῃ τὸ κράτος, καὶ κλέψῃ τὴν ἔφεσιν, ὥσπερ τυφλὸν χειραγωγῶν ὁδοῦ τινὸς ἐφιέμενον, ἄλλους ἀλλαχοῦ κατε κρήμνισε, καὶ διέσπειρεν εἰς ἕν τι θανάτου καὶ ἀπωλείας βάραθρον.

Intertext edge

Open linked passage

Note