Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
19.1
Ἠλίᾳ δὲ οὔτε πνεῦμα βίαιον, οὔτε πῦρ, οὔτε συσσεισμός, ὡς τῆς ἱστορίας ἀκούεις, ἀλλ' ἡ αὔρα τις ὀλίγη τὴν τοῦ θεοῦ παρου σίαν, καὶ ταῦτα οὐ φύσιν, ἐσκιαγράφησεν· Ἠλίᾳ τίνι; ὃν καὶ ἅρμα πυρὸς ἀνάγει πρὸς οὐρανόν, δηλοῦν τοῦ δικαίου τὸ ὑπὲρ ἄνθρωπον. Μανωὲ δὲ τὸν κριτὴν πρότερον, καὶ Πέτρον τὸν μαθητὴν ὕστερον, πῶς οὐ τεθαύμακας; τὸν μὲν οὐδὲ ὄψιν φέροντα τοῦ φαντασθέντος θεοῦ, καὶ διὰ τοῦτο, Ἀπολώλαμεν, ὦ γύναι, λέγοντα, θεὸν ἑωρά καμεν· ὡς οὐ χωρητῆς οὔσης ἀνθρώποις οὐδὲ φαντασίας θείας, μὴ ὅτι γε φύσεως· τὸν δὲ καὶ τὸν φαινόμενον Χριστὸν τῷ πλοίῳ μὴ προσιέμενον, καὶ διὰ τοῦτο ἀποπεμπόμενον. καίτοιγε θερμό τερος τῶν ἄλλων εἰς ἐπίγνωσιν Χριστοῦ Πέτρος, καὶ διὰ τοῦτο μακαριζόμενος, καὶ τὰ μέγιστα πιστευόμενος. τί δ' ἂν εἴποις περὶ Ἠσαίου, καὶ Ἰεζεχιὴλ τοῦ τῶν μεγίστων ἐπόπτου, καὶ τῶν λοιπῶν προφητῶν; ὧν ὁ μὲν τὸν Κύριον Σαβαὼθ εἶδε καθήμενον ἐπὶ θρόνου δόξης, καὶ τοῦτον ὑπὸ τῶν ἑξαπτερύγων σεραφὶμ κυκλού μενον καὶ αἰνούμενον καὶ ἀποκρυπτόμενον, ἑαυτόν τε τῷ ἄνθρακι καθαιρόμενον, καὶ πρὸς τὴν προφητείαν καταρτιζόμενον· ὁ δὲ καὶ τὸ ὄχημα τοῦ θεοῦ τὰ χερουβὶμ διαγράφει, καὶ τὸν ὑπὲρ αὐτῶν θρόνον, καὶ τὸ ὑπὲρ αὐτοῦ στερέωμα, καὶ τὸν ἐν τῷ στερεώματι φανταζόμενον, καὶ φωνὰς δή τινας, καὶ ὁρμάς, καὶ πράξεις, καὶ ταῦτα εἴτε φαντασία τις ἦν ἡμερινή, μόνοις θεωρητὴ τοῖς ἁγίοις, εἴτε νυκτὸς ἀψευδὴς ὄψις, εἴτε τοῦ ἡγεμονικοῦ τύπωσις συγγι νομένη τοῖς μέλλουσιν ὡς παροῦσιν, εἴτε τι ἄλλο προφητείας εἶδος ἀπόρρητον, οὐκ ἔχω λέγειν· ἀλλ' οἶδεν ὁ τῶν προφητῶν θεός, καὶ οἱ τὰ τοιαῦτα ἐνεργούμενοι. πλὴν οὔτε οὗτοι περὶ ὧν ὁ λόγος, οὔτε τις ἄλλος τῶν κατ' αὐτούς, ἔστη ἐν ὑποστήματι καὶ οὐσίᾳ κυρίου, κατὰ τὸ γεγραμμένον, οὐδὲ θεοῦ φύσιν ἢ εἶδεν ἢ ἐξηγόρευσεν.

Intertext edge

Open linked passage

Note