Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
20.1
Παύλῳ δὲ εἰ μὲν ἔκφορα ἦν ἃ παρέσχεν ὁ τρίτος οὐρανός, καὶ ἡ μέχρις ἐκείνου πρόοδος ἢ ἀνάβασις ἢ ἀνάληψις, τάχα ἄν τι περὶ θεοῦ πλέον ἔγνωμεν, εἴπερ τοῦτο ἦν τὸ τῆς ἁρπαγῆς μυστήριον. ἐπεὶ δὲ ἄρρητα ἦν, καὶ ἡμῖν σιωπῇ τιμάσθω. τοσοῦτον δὲ ἀκούσω μεν αὐτοῦ Παύλου λέγοντος, ὅτι ἐκ μέρους γινώσκομεν, καὶ ἐκ μέρους προφητεύομεν. ταῦτα καὶ τὰ τοιαῦτα ὁμολογεῖ ὁ μὴ ἰδιώτης τὴν γνῶσιν, ὁ δοκιμὴν ἀπειλῶν τοῦ ἐν αὐτῷ λαλοῦντος Χριστοῦ, ὁ μέγας τῆς ἀληθείας προαγωνιστὴς καὶ διδάσκαλος. διὸ καὶ πᾶσαν τὴν κάτω γνῶσιν οὐδὲν ὑπὲρ τὰ ἔσοπτρα καὶ τὰ αἰνίγματα τίθεται, ὡς ἐν μικροῖς τῆς ἀληθείας ἱσταμένην ἰνδάλ μασιν. εἰ δὲ μὴ λίαν δοκῶ τισὶ περιττὸς καὶ περίεργος τὰ τοιαῦτα ἐξετάζων, οὐδὲ ἄλλα τινὰ τυχὸν ἢ ταῦτα ἦν, ἃ μὴ δύναται νῦν βασταχθῆναι, ἅπερ ὁ Λόγος αὐτὸς ὑπῃνίσσετο, ὥς ποτε βασταχθη σόμενα καὶ τρανωθησόμενα· καὶ ἃ μηδ' ἂν αὐτὸν δυνηθῆναι χωρῆσαι τὸν κάτω κόσμον Ἰωάννης ὁ τοῦ Λόγου πρόδρομος, ἡ μεγάλη τῆς ἀληθείας φωνή, διωρίζετο.

Intertext edge

Open linked passage

Note