Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
24.1
Σκέψαιμοι καὶ νηκτὴν φύσιν τῶν ὑδάτων διολισθαίνουσαν, καὶ οἷον ἱπταμένην κατὰ τῆς ὑγρᾶς φύσεως, καὶ τοῦ μὲν ἰδίου σπῶσαν ἀέρος, τῷ ἡμετέρῳ δὲ κινδυνεύουσαν, ὥσπερ καὶ ἡμεῖς ἐν τοῖς ὕδασιν· ἤθη τε καὶ πάθη, καὶ μίξεις καὶ γονάς, καὶ μεγέθη καὶ κάλλη, φιλοχωρίας τε καὶ πλάνας, συνόδους τε καὶ ἀποχωρήσεις, καὶ ἰδιότητας μικροῦ τοῖς ἐπιγείοις παραπλησίας, ἔστι δὲ ὧν καὶ κοινωνίας καὶ ἰδιότητας ἀντιθέτους, ἔν τε εἴδεσι καὶ ὀνόμασιν. σκέψαι μοι καὶ ὀρνέων ἀγέλας, καὶ ποικιλίας ἔν τε σχήμασι καὶ χρώμασι, τῶν τε ἄλλων καὶ τῶν ᾠδικῶν· καὶ τίς τῆς τούτων μελῳ δίας ὁ λόγος, καὶ παρὰ τίνος; τίς ὁ δοὺς τέττιγι τὴν ἐπὶ στήθους μαγάδα, καὶ τὰ ἐπὶ τῶν κλάδων ᾄσματά τε καὶ τερετίσματα, ὅταν ἡλίῳ κινῶνται τὰ μεσημβρινὰ μουσουργοῦντες, καὶ καταφωνῶσι τὰ ἄλση, καὶ ὁδοιπόρον ταῖς φωναῖς παραπέμπωσι; τίς ὁ κύκνῳ συνυφαίνων τὴν ᾠδήν, ὅταν ἐκπετάσῃ τὸ πτερὸν ταῖς αὔραις, καὶ ποιῇ μέλος τὸ σύριγμα; ἐῶ γὰρ λέγειν τὰς βιαίους φωνάς, καὶ ὅσα τέχναι σοφίζονται κατὰ τῆς ἀληθείας. πόθεν ταῶς, ὁ ἀλαζὼν ὄρνις καὶ Μηδικός, οὕτω φιλόκαλος καὶ φιλότιμος, ὥστε (καὶ γὰρ αἰσθά νεται τοῦ οἰκείου κάλλους), ὅταν ἴδῃ τινὰ πλησιάζοντα, ἢ ταῖς θηλείαις, ὥς φασι, καλλωπίζηται, τὸν αὐχένα διάρας, καὶ τὸ πτερὸν κυκλοτερῶς περιστήσας τὸ χρυσαυγὲς καὶ κατάστερον, θεατρίζει τὸ κάλλος τοῖς ἐρασταῖς μετὰ σοβαροῦ τοῦ βαδίσματος; ἡ μὲν οὖν θεία γραφὴ καὶ γυναικῶν θαυμάζει σοφίαν τὴν ἐν ὑφάσ μασι, Τίς ἔδωκε, λέγουσα, γυναιξὶν ὑφάσματος σοφίαν καὶ ποικιλτι κὴν ἐπιστήμην; ζώου λογικοῦ τοῦτο, καὶ περιττοῦ τὴν σοφίαν, καὶ μέχρι τῶν οὐρανίων ὁδεύοντος.

Intertext edge

Open linked passage

Note