Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
2.1
Ἀνιόντι δέ μοι προθύμως ἐπὶ τὸ ὄρος, ἢ τό γε ἀληθέστερον εἰπεῖν, προθυμουμένῳ τε ἅμα καὶ ἀγωνιῶντι, τὸ μὲν διὰ τὴν ἐλπίδα, τὸ δὲ διὰ τὴν ἀσθένειαν, ἵνα τῆς νεφέλης εἴσω γένωμαι, καὶ θεῷ συγγένωμαι (τοῦτο γὰρ κελεύει θεός), εἰ μέν τις Ἀαρών, συνανίτω καὶ στηκέτω πλησίον, κἂν ἔξω μένειν τῆς νεφέλης δέῃ, τοῦτο δεχόμενος. εἰ δέ τις Ναδάβ, ἢ Ἀβιοὺδ, ἢ τῆς γερουσίας, ἀνίτω μέν, ἀλλὰ στηκέτω πόρρωθεν, κατὰ τὴν ἀξίαν τῆς καθάρσεως. εἰ δέ τις τῶν πολλῶν καὶ ἀναξίων ὕψους τοιούτου καὶ θεωρίας, εἰ μὲν ἄναγνος πάντῃ, μηδὲ προσίτω, οὐ γὰρ ἀσφαλές· εἰ δὲ πρόσκαιρα γοῦν ἡγνισμένος, κάτω μενέτω, καὶ μόνης ἀκουέτω τῆς φωνῆς καὶ τῆς σάλπιγγος, τῶν ψιλῶν τῆς εὐσεβείας ῥημάτων· καπνιζόμενόν τε τὸ ὄρος βλεπέτω καὶ καταστραπτόμενον, ἀπειλήν τε ὁμοῦ καὶ θαῦμα τοῖς ἀνιέναι μὴ δυναμένοις. εἰ δέ τις θηρίον ἐστὶ πονηρὸν καὶ ἀνήμερον καὶ ἀνεπίδεκτον πάντῃ λόγων θεωρίας καὶ θεολογίας, μὴ ἐμφωλευέτω ταῖς ὕλαις κακούργως καὶ κακοηθῶς, ἵνα τινὸς λάβηται δόγματος ἢ ῥήματος, ἀθρόως προσπηδῆσαν, καὶ σπαράξῃ τοὺς ὑγιαίνοντας λόγους ταῖς ἐπηρείαις, ἀλλ' ἔτι πόρρωθεν στη κέτω, καὶ ἀποχωρείτω τοῦ ὄρους, ἢ λιθοβοληθήσεται, καὶ συν τριβήσεται, καὶ ἀπολεῖται κακῶς κακός· λίθοι γὰρ τοῖς θηριώδεσιν οἱ ἀληθεῖς λόγοι καὶ στερροί. εἴτε πάρδαλις εἴη, συναποθνησκέτω τοῖς ποικίλμασιν. εἴτε λέων ἁρπάζων καὶ ὠρυόμενος καὶ ζητῶν ἥντινα βρῶσιν ποιήσεται τῶν ἡμετέρων ψυχῶν ἢ λέξεων· εἴτε σῦς καταπατῶν τοὺς καλούς τε καὶ διαυγεῖς μαργαρίτας τῆς ἀληθείας· εἴτε λύκος Ἀραβικὸς καὶ ἀλλόφυλος, ἢ καὶ τούτων ὀξύτερος τοῖς σοφίσμασιν· εἴτε ἀλώπηξ, δολερά τις ψυχὴ καὶ ἄπιστος, καὶ ἄλλοτε ἄλλη, τοῖς καιροῖς καὶ ταῖς χρείαις συμμορφουμένη, ἣν νεκρὰ τρέφει καὶ ὀδωδότα σώματα, ἢ ἀμπελῶνες μικροί, τῶν μεγάλων διαπεφευγότων· εἴτε τι ἄλλο τῶν ὠμοβόρων, καὶ ἀποβλήτων τῷ νόμῳ, καὶ οὐ καθαρῶν εἰς βρῶσίν τε καὶ ἀπόλαυσιν. βούλεται γὰρ τούτων ἀποχωρήσας ὁ λόγος οὕτω πλαξὶ στερραῖς καὶ λιθίναις ἐγγράφεσθαι, καὶ ταύταις ἀμφοτέρωθεν, διά τε τὸ φαινόμενον τοῦ νόμου καὶ τὸ κρυπτόμενον· τὸ μὲν τοῖς πολλοῖς καὶ κάτω μένουσι, τὸ δὲ τοῖς ὀλίγοις καὶ ἄνω φθάνουσιν.

Intertext edge

Open linked passage

Note