Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
30.1
Ἐκεῖνο δέ σοι πηλίκον, εἰ κατενόησας· Τοῦτο ἐν αἰσθητοῖς ἥλιος, ὅπερ ἐν νοητοῖς θεός, ἔφη τις τῶν ἀλλοτρίων. αὐτὸς γὰρ ὄψιν φωτίζων, ὥσπερ ἐκεῖνος νοῦν· αὐτὸς καὶ τῶν ὁρωμένων ἐστὶ τὸ κάλλιστον, ὥσπερ ἐκεῖνος τῶν νοουμένων. ἀλλὰ τί τὸ κινῆσαν αὐτὸν ἀπ' ἀρχῆς; τί δαὶ τὸ ἀεὶ κινοῦν καὶ περιάγον ἑστῶτα λόγῳ καὶ μὴ κινούμενον, ὄντως ἀκάμαντα, καὶ φερέσβιον, καὶ φυσίζωον, καὶ ὅσα ποιηταῖς ὕμνηται κατὰ λόγον, καὶ μήτε τῆς ἑαυτοῦ φορᾶς ποτὲ μήτε τῶν εὐεργεσιῶν ἱστάμενον; πῶς ἡμέρας δημιουργὸς ὑπὲρ γῆς καὶ νυκτὸς ὑπὸ γῆν; ἢ οὐκ οἶδ' ὅ τι χρὴ λέγειν ἡλίῳ προσβλέψαντα. τίς ἡ τούτων πρόσληψίς τε καὶ ἀνθυφαίρεσις, καὶ ἡ τῆς ἀνισότητος ἰσότης, ἵν' εἴπω τι καὶ παράδοξον; πῶς δὲ ὡρῶν ποιητής τε καὶ μεριστής, εὐτάκτως ἐπιγινομένων τε καὶ ἀπογινομένων, καὶ ὥσπερ ἐν χορῷ συμπλεκομένων ἀλλήλαις καὶ διισταμένων, τὸ μὲν φιλίας νόμῳ, τὸ δὲ εὐταξίας, καὶ κατὰ μικρὸν κιρναμένων, καὶ ταῖς ἐγγύτησι κλεπτομένων ταὐτὸν ἡμέραις τε καὶ νυξίν, ἵνα μὴ τῇ ἀηθείᾳ λυπήσωσιν; ἀλλ' ἴτω μὲν ἡμῖν ἥλιος· σὺ δὲ ἔγνως σελήνης φύσιν, καὶ πάθη, καὶ μέτρα φωτός, καὶ δρόμους, καὶ πῶς ὁ μὲν ἡμέρας ἔχει τὴν δυναστείαν, ἡ δὲ νυκτὸς προκαθέζεται, καὶ ἡ μὲν θηρίοις δίδωσι παρρησίαν, ὁ δὲ ἄνθρωπον ἐπὶ τὸ ἔργον ἀνίστησιν, ἢ ὑψούμενος ἢ ταπεινούμενος πρὸς τὸ χρησιμώτατον; συνῆκας δὲ δεσμὸν Πλειάδος ἢ φραγμὸν Ὠρίωνος, ὡς ὁ ἀριθμῶν πλήθη ἄστρων καὶ πᾶσιν αὐτοῖς ὀνόματα καλῶν, καὶ δόξης ἑκάστου διαφοράν, καὶ τάξιν κινήσεως, ἵνα σοι πιστεύσω διὰ τούτων πλέκοντι τὰ ἡμέτερα καὶ κατὰ τοῦ κτίστου τὴν κτίσιν ὁπλίζοντι;

Intertext edge

Open linked passage

Note