Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
5.1
Τοῦτο μὲν οὖν ἐνταῦθα κείσθω· τὸ δὲ ἡμέτερον, οὐχ ἡ εἰρήνη τοῦ θεοῦ μόνον ὑπερέχει πάντα νοῦν καὶ κατάληψιν, οὐδὲ ὅσα τοῖς δικαίοις ἐστὶν ἐν ἐπαγγελίαις ἀποκείμενα, τὰ μήτε ὀφθαλμοῖς ὁρατά, μήτε ὠσὶν ἀκουστά, μήτε διανοίᾳ θεωρητά, κατὰ μικρὸν γοῦν, οὐδὲ ἡ τῆς κτίσεως ἀκριβὴς κατανόησις· καὶ γὰρ καὶ ταύτης πείσθητι τὰς σκιὰς ἔχειν μόνον, ὅταν ἀκούσῃς· Ὄψομαι τοὺς οὐρα νούς, ἔργα τῶν δακτύλων σου, σελήνην καὶ ἀστέρας, καὶ τὸν ἐν αὐτοῖς πάγιον λόγον· ὡς οὐχὶ νῦν ὁρῶν, ὀψόμενος δὲ ἔστιν ὅτε· ἀλλὰ πολὺ πρὸ τούτων ἡ ὑπὲρ ταῦτα, καὶ ἐξ ἧς ταῦτα, φύσις ἄληπτός τε καὶ ἀπερίληπτος· λέγω δέ, οὐχ ὅτι ἔστιν, ἀλλ' ἥτις ἐστίν. οὐ γὰρ κενὸν τὸ κήρυγμα ἡμῶν, οὐδὲ ματαία ἡ πίστις ἡμῶν, οὐδὲ τοῦτό ἐστιν ὃ δογματίζομεν· μὴ πάλιν τὴν εὐγνωμοσύνην ἡμῶν ἀθείας λάβῃς ἀρχὴν καὶ συκοφαντίας, καὶ κατεπαρθῇς ὡς ὁμολο γούντων τὴν ἄγνοιαν. πλεῖστον γὰρ διαφέρει τοῦ εἶναί τι πεπεῖσθαι τὸ τί ποτέ ἐστι τοῦτο εἰδέναι.

Intertext edge

Open linked passage

Note