Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
6.1
Τοῦ μὲν γὰρ εἶναι θεόν, καὶ τὴν πάντων ποιητικήν τε καὶ συνεκτικὴν αἰτίαν, καὶ ὄψις διδάσκαλος, καὶ ὁ φυσικὸς νόμος· ἡ μὲν τοῖς ὁρωμένοις προσβάλλουσα, καὶ πεπηγόσι καλῶς καὶ ὁδεύουσι, καὶ ἀκινήτως, ἵνα οὕτως εἴπω, κινουμένοις καὶ φερομένοις· ὁ δὲ διὰ τῶν ὁρωμένων καὶ τεταγμένων τὸν ἀρχηγὸν τούτων συλλογιζόμενος. πῶς γὰρ ἂν καὶ ὑπέστη τόδε τὸ πᾶν, ἢ συνέστη, μὴ θεοῦ τὰ πάντα καὶ οὐσιώσαντος καὶ συνέχοντος; οὐδὲ γὰρ κιθάραν τις ὁρῶν κάλλιστα ἠσκημένην καὶ τὴν ταύτης εὐαρμοστίαν καὶ εὐταξίαν, ἢ τῆς κιθαρῳδίας αὐτῆς ἀκούων, ἄλλο τι ἢ τὸν τῆς κιθάρας δη μιουργὸν καὶ τὸν κιθαρῳδὸν ἐννοήσει, καὶ πρὸς αὐτὸν ἀναδραμεῖται τῇ διανοίᾳ, κἂν ἀγνοῶν τύχῃ ταῖς ὄψεσιν. οὕτω καὶ ἡμῖν τὸ ποιη τικὸν δῆλον, καὶ τὸ κινοῦν καὶ τηροῦν τὰ πεποιημένα, κἂν μὴ διανοίᾳ περιλαμβάνηται· καὶ λίαν ἀγνώμων ὁ μὴ μέχρι τούτων προιὼν ἑκουσίως καὶ ταῖς φυσικαῖς ἑπόμενος ἀποδείξεσιν. ἀλλ' οὐδὲ τοῦτο εἶναι θεόν, ὅπερ ἐφαντάσθημεν, ἢ ἀνετυπωσάμεθα, ἢ λόγος ὑπέγραψεν. εἰ δέ τις ἐν περινοίᾳ τούτου ποτὲ κἂν ἐπὶ ποσὸν ἐγένετο, τίς ἡ ἀπόδειξις; τίς οὕτως εἰς ἔσχατον σοφίας ἀφίκετο; τίς τοσούτου χαρίσματος ἠξιώθη ποτέ; τίς οὕτω τὸ στόμα τῆς διανοίας ἤνοιξε καὶ εἵλκυσε πνεῦμα, ἵνα τῷ τὰ πάντα ἐρευνῶντι καὶ γινώσκοντι καὶ τὰ βάθη τοῦ θεοῦ πνεύματι θεὸν καταλάβῃ, καὶ μηκέτι τοῦ πρόσω δέηται, τὸ ἔσχατον ὀρεκτὸν ἔχων ἤδη, καὶ εἰς ὃ πᾶσα σπεύδει καὶ πολιτεία τοῦ ὑψηλοῦ καὶ διάνοια;

Intertext edge

Open linked passage

Note