Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
7.1
Τί γάρ ποτε ὑπολήψῃ τὸ θεῖον, εἴπερ ὅλαις ταῖς λογικαῖς πιστεύεις ἐφόδοις; ἢ πρὸς τί σε ὁ λόγος ἀνάξει βασανιζόμενος, ὦ φιλοσοφώτατε σὺ καὶ θεολογικώτατε καὶ καυχώμενε εἰς τὰ ἄμετρα; πότερον σῶμα; καὶ πῶς τὸ ἄπειρον, καὶ ἀόριστον, καὶ ἀσχημάτι στον, καὶ ἀναφές, καὶ ἀόρατον; ἢ καὶ ταῦτα σώματα; τῆς ἐξουσίας· οὐ γὰρ αὕτη φύσις σωμάτων. ἢ σῶμα μέν, οὐχὶ ταῦτα δέ; τῆς παχύτητος· ἵνα μηδὲν πλέον ἡμῶν ἔχῃ τὸ θεῖον. πῶς γὰρ σεπτόν, εἰ περιγραπτόν; ἢ πῶς φεύξεται τὸ ἐκ στοιχείων συγκεῖσθαι καὶ εἰς αὐτὰ πάλιν ἀναλύεσθαι, ἢ καὶ ὅλως λύεσθαι; σύνθεσις γὰρ ἀρχὴ μάχης· μάχη δὲ διαστάσεως· ἡ δὲ λύσεως· λύσις δὲ ἀλλότριον πάντῃ θεοῦ καὶ τῆς πρώτης φύσεως. οὐκ οὖν διάστασις, ἵνα μὴ λύσις· οὐδὲ μάχη, ἵνα μὴ διάστασις· οὐδὲ σύνθεσις, ἵνα μὴ μάχη· διὰ τοῦτο οὐδὲ σῶμα, ἵνα μὴ σύνθεσις. ἐκ τῶν τελευταίων ἐπὶ τὰ πρῶτα ὁ λόγος ἀνιὼν οὕτως ἵσταται.

Intertext edge

Open linked passage

Note