De theologia
Gregory of Nazianzus (gregory-of-nazianzus)2 Tdetheolog 8 · pg-scrape-grcMore by Gregory of Nazianzus (gregory-of-nazianzus)
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)">
—
⋯
Original / primary: Pg Scrape Grc
8.1
Πῶς δὲ καὶ σωθήσεται τὸ διὰ πάντων διήκειν καὶ πληροῦν τὰ πάντα θεόν, κατὰ τό· Οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ; λέγει κύριος, καί· Πνεῦμα κυρίου πεπλήρωκε τὴν οἰκουμένην, εἰ τὸ μὲν περιγράφοι, τὸ δὲ περιγράφοιτο; ἢ γὰρ διὰ κενοῦ χωρήσει τοῦ παντός, καὶ τὰ πάντα οἰχήσεται ἡμῖν, ἵν' ὑβρισθῇ θεός, καὶ σῶμα γενόμενος, καὶ οὐκ ἔχων ὅσα πεποίηκεν· ἢ σῶμα ἐν σώμασιν ἔσται, ὅπερ ἀδύνατον· ἢ πλακήσεται καὶ ἀντιπαρατεθήσεται, ὥσπερ ὅσα τῶν ὑγρῶν μίγνυται, καὶ τὸ μὲν τέμνει, ὑπὸ δὲ τοῦ τμηθήσεται, ὃ καὶ τῶν Ἐπικουρείων ἀτόμων ἀτοπώτερόν τε καὶ γραωδέστερον· καὶ οὕτω διαπεσεῖται ἡμῖν, καὶ σῶμα οὐχ ἕξει, οὐδὲ πῆξίν τινα, ὁ περὶ τοῦ σώματος λόγος. εἰ δὲ ἄυλον φήσομεν, εἰ μὲν τὸ πέμπτον, ὥς τισιν ἔδοξε, καὶ τὴν κύκλῳ φορὰν φερόμενον, ἔστω μὲν ἄυλόν τι καὶ πέμπτον σῶμα, εἰ βούλονται δέ, καὶ ἀσώματον, κατὰ τὴν αὐτόνομον αὐτῶν τοῦ λόγου φορὰν καὶ ἀνάπλασιν· οὐδὲν γὰρ νῦν περὶ τούτου διοίσομαι. κατὰ τί δὲ τῶν κινουμένων ἔσται καὶ φερο μένων, ἵνα μὴ λέγω τὴν ὕβριν, εἰ τὰ αὐτὰ τοῖς πεποιημένοις ὁ πεποιηκὼς κινηθήσεται, καὶ τοῖς φερομένοις ὁ φέρων, εἴ γε καὶ τοῦτο δώσουσι; τί δὲ τὸ τοῦτο πάλιν κινοῦν; τί δὲ τὸ τὸ πᾶν κινοῦν; κἀκεῖνο τί; καὶ τί πάλιν ἐκεῖνο; καὶ τοῦτο εἰς ἄπειρον. πῶς δὲ οὐκ ἐν τόπῳ πάντως, εἴ γε φερόμενον; εἰ δὲ ἄλλο τι παρὰ τὸ πέμπτον φήσουσιν, εἰ μὲν ἀγγελικόν, πόθεν ὅτι ἄγγελοι σώματα, καὶ τίνα ταῦτα; καὶ πόσον ὑπὲρ ἄγγελον εἴη θεός, οὗ λειτουργὸς ἄγγελος; εἰ δὲ ὑπὲρ ταῦτα, πάλιν εἰσήχθη σωμάτων ἐσμὸς ἀλόγι στος, καὶ φλυαρίας βυθός, οὐδαμοῦ στῆναι δυνάμενος.