Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
101.1.1
Τῷ τιμιωτάτῳ καὶ θεοφιλεστάτῳ ἀδελφῷ καὶ συμπρεσβυτέρῳ Κληδονίῳ Γρηγόριος ἐν Κυρίῳ χαίρειν.
101.2.1
Βουλόμεθα μαθεῖν τίς ἡ καινοτομία περὶ τὴν Ἐκκλη σίαν, ἵν' ἐξῇ παντὶ βουλομένῳ καὶ «παραπορευομένῳ», κατὰ τὸ γεγραμμένον, διασπᾶν τὴν ποίμνην καλῶς ἠγμένην καὶ συλαγωγεῖν κλοπιμαίοις ἐφόδοις, μᾶλλον δὲ λῃστρικοῖς καὶ παραλόγοις διδάγμασιν.
101.3.1
Εἰ μὲν γὰρ εἶχόν τι κατα γινώσκειν ἡμῶν περὶ τὴν πίστιν οἱ νῦν ἐπελθόντες, οὐδ' οὕτω μὲν χωρὶς ὑπομνήσεως ἡμῶν ἔδει τὰ τοιαῦτα τολμᾶν.
101.4.1
Πεῖσαι γὰρ ἐχρῆν ἢ πεισθῆναι θελῆσαι πρότερον (εἴπερ τις καὶ ἡμῶν λόγος ὡς τὸν Θεὸν φοβουμένων καὶ κοπια σάντων ὑπὲρ τοῦ λόγου καὶ τὴν Ἐκκλησίαν ὠφελησάντων), καὶ τότε, εἴπερ ἄρα, καινοτομεῖν, πλὴν καὶ ἀπολογία τις ἦν ἴσως τοῖς ὑβρισταῖς.
101.5.1
Ἐπειδὴ δὲ καὶ ἐγγράφως καὶ ἀγράφως, καὶ ἐνταῦθα καὶ πορρωτέρω, καὶ μετὰ κινδύνων καὶ ἀκινδύνως ἡ πίστις ἡμῶν κεκήρυκται, πῶς οἱ μὲν ἐγχειροῦσι τοῖς τοιούτοις, οἱ δὲ ἡσυχάζουσι;
101.6.1
Καὶ οὐχὶ τοῦτό πω δεινόν, καίπερ ὂν δεινόν, εἰ τὴν ἑαυτῶν κακοδοξίαν ἄνθρωποι ταῖς ἀκεραιοτέραις ψυχαῖς διὰ τῶν κακουργοτέρων ἐναποτίθενται, ἀλλ' ὅτι καὶ ἡμῶν καταψεύδονται ὡς ὁμοδόξων καὶ ὁμοφρόνων,
101.7.1
τῷ χαλκῷ τὸ δέλεαρ περιβάλλοντες καὶ διὰ τοῦ προσχήματος τούτου τὸ ἑαυτῶν θέλημα κακῶς ἐκπληροῦντες, καὶ τὴν ἁπλότητα ἡμῶν, ἐξ ἧς ἀδελφικῶς αὐτοὺς ἑωρῶμεν, καὶ οὐκ ἀλλοτρίως, κακίας ἐφόδιον ποιησάμενοι· 101. 8 οὐ μόνον δέ, ἀλλ' ὅτι καὶ ὑπὸ τῆς δυτικῆς συνόδου δεδέχθαι φασίν, ὡς πυνθάνομαι, ὑφ' ἧς τὸ πρότερον ἦσαν κατακριθέντες, ὡς πᾶσιν εὔδηλον.
101.9.1
Εἰ μὲν οὖν ἐδέχθησαν ἢ νῦν ἢ πρότερον οἱ τὰ Ἀπολλιναρίου φρονοῦντες, τοῦτο δειξάτωσαν καὶ ἡμεῖς στέρξομεν. Δῆλον γὰρ ὅτι τῷ ὀρθῷ λόγῳ συνθέμενοι· οὐδὲ γὰρ ἐνδέχεται ἄλλως, εἰ τούτου τετυχήκασι.
101.10.1
Δείξουσι δὲ πάντως ἢ διὰ τόμου συνοδικοῦ ἢ δι' ἐπιστολῶν κοινωνικῶν· οὗτος γὰρ τῶν συνόδων ὁ νόμος.
101.11.1
Εἰ δὲ λόγος τοῦτό ἐστι καὶ ἀναπλασμὸς εὐπρεπείας ἕνεκεν αὐτοῖς καὶ πιθανότητος τῆς πρὸς τοὺς πολλοὺς εὑρημένος διὰ τὸ τῶν προσώπων ἀξιό πιστον, δίδαξον αὐτοὺς ἠρεμεῖν καὶ διέλεγχε. Τῇ γὰρ σῇ πολιτείᾳ καὶ ὀρθοδοξίᾳ τοῦτο πρέπειν ὑπολαμβάνομεν.
101.12.1
Μὴ ἀπατάτωσαν οἱ ἄνθρωποι μηδὲ ἀπατάσθωσαν ἄνθρωπον ἄνουν δεχόμενοι τὸν Κυριακόν, ὡς αὐτοὶ λέγουσι, μᾶλλον δὲ τὸν Κύριον ἡμῶν καὶ Θεόν.
101.13.1
Οὐδὲ γὰρ τὸν ἄνθρωπον χωρίζομεν τῆς θεότητος, ἀλλ' ἕνα καὶ τὸν αὐτὸν δογματίζομεν, πρότερον μὲν οὐκ ἄνθρωπον, ἀλλὰ Θεὸν καὶ Υἱὸν μόνον καὶ προαιώνιον, ἀμιγῆ σώματος καὶ τῶν ὅσα σώματος, 101. 14 ἐπὶ τέλει δὲ καὶ ἄνθρωπον, προσληφθέντα ὑπὲρ τῆς σωτηρίας τῆς ἡμετέρας, παθητὸν σαρκί, ἀπαθῆ θεότητι, περιγραπτὸν σώματι, ἀπερίγραπτον πνεύματι, 101. 15 τὸν αὐτὸν ἐπίγειον καὶ οὐράνιον, ὁρώμενον καὶ νοούμε νον, χωρητὸν καὶ ἀχώρητον, ἵν' ὅλῳ ἀνθρώπῳ τῷ αὐτῷ καὶ Θεῷ ὅλος ἄνθρωπος ἀναπλασθῇ πεσὼν ὑπὸ τὴν ἁμαρτίαν.
101.16.1
Εἴ τις οὐ Θεοτόκον τὴν ἁγίαν Μαρίαν ὑπολαμβάνει, χωρὶς ἐστὶ τῆς θεότητος. Εἴ τις ὡς διὰ σωλῆνος τῆς Παρθένου διαδραμεῖν, ἀλλὰ μὴ ἐν αὐτῇ διαπεπλάσθαι λέγοι θεϊκῶς ἅμα καὶ ἀνθρωπικῶς (θεϊκῶς μέν, ὅτι χωρὶς ἀνδρός· ἀνθρωπικῶς δέ, ὅτι νόμῳ κυήσεως), ὁμοίως ἄθεος.
101.17.1
Εἴ τις διαπεπλάσθαι τὸν ἄνθρωπον, εἶθ' ὑποδεδυκέναι λέγοι Θεόν, κατάκριτος. Οὐ γέννησις γὰρ Θεοῦ τοῦτό ἐστιν, ἀλλὰ φυγὴ γεννήσεως.
101.18.1
Εἴ τις εἰσάγει δύο Υἱούς, ἕνα μὲν τὸν ἐκ τοῦ Θεοῦ καὶ Πατρός, δεύτερον δὲ τὸν ἐκ τῆς μητρός, ἀλλ' οὐχὶ ἕνα καὶ τὸν αὐτόν, καὶ τῆς υἱοθεσίας ἐκπέσοι τῆς ἐπηγγελμένης τοῖς ὀρθῶς πιστεύουσι.
101.19.1
Φύσεις μὲν γὰρ δύο Θεὸς καὶ ἄνθρωπος, ἐπεὶ καὶ ψυχὴ καὶ σῶμα· υἱοὶ δὲ οὐ δύο, οὐδὲ Θεοί. Οὐδὲ γὰρ ἐνταῦθα δύο ἄνθρωποι, εἰ καὶ οὕτως ὁ Παῦλος τὸ ἐντὸς τοῦ ἀνθρώπου καὶ τὸ ἐκτὸς προσηγόρευσε.
101.20.1
Καὶ εἰ δεῖ συντόμως εἰπεῖν, ἄλλο μὲν καὶ ἄλλο τὰ ἐξ ὧν ὁ Σωτὴρ (εἴπερ μὴ ταὐτὸν τὸ ἀόρατον τῷ ὁρατῷ καὶ τὸ ἄχρονον τῷ ὑπὸ χρόνον), οὐκ ἄλλος δὲ καὶ ἄλλος· μὴ γένοιτο.
101.21.1
Τὰ γὰρ ἀμφότερα ἓν τῇ συγκράσει, Θεοῦ μὲν ἐνανθρωπήσαντος, ἀνθρώπου δὲ θεωθέντος, ἢ ὅπως ἄν τις ὀνομάσειε. Λέγω δὲ ἄλλο καὶ ἄλλο, ἔμπαλιν ἢ ἐπὶ τῆς Τριάδος ἔχει. Ἐκεῖ μὲν γὰρ ἄλλος καὶ ἄλλος, ἵνα μὴ τὰς ὑποστάσεις συγχέωμεν· οὐκ ἄλλο δὲ καὶ ἄλλο, ἓν γὰρ τὰ τρία καὶ ταὐτὸν τῇ θεότητι.
101.22.1
Εἴ τις ὡς ἐν προφήτῃ λέγοι κατὰ χάριν ἐνηργηκέναι, ἀλλὰ μὴ κατ' οὐσίαν συνῆφθαί τε καὶ συνάπτεσθαι, εἴη κενὸς τῆς κρείττονος ἐνεργείας, μᾶλλον δὲ πλήρης τῆς ἐναντίας. Εἴ τις οὐ προσκυνεῖ τὸν ἐσταυρωμένον, «ἀνάθεμα ἔστω» καὶ τετάχθω μετὰ τῶν θεοκτόνων.
101.23.1
Εἴ τις ἐξ ἔργων τετελειωμένον ἢ μετὰ τὸ βάπτισμα ἢ μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν υἱοθεσίας ἠξιῶσθαι λέγοι, καθάπερ οὓς Ἕλληνες παρεγγράπτους εἰσάγουσιν, «ἀνάθεμα ἔστω».
101.24.1
Τὸ γὰρ ἠργμένον ἢ προκόπτον ἢ τελειούμενον οὐ Θεός, κἂν διὰ τὴν κατὰ μικρὸν ἀνάδειξιν οὕτω λέγηται.
101.25.1
Εἴ τις ἀποτεθεῖσθαι νῦν τὴν σάρκα λέγοι καὶ γυμνὴν εἶναι τὴν θεότητα τοῦ σώματος, ἀλλὰ μὴ μετὰ τοῦ προσλήμματος καὶ εἶναι καὶ ἥξειν, μὴ ἴδοι τὴν δόξαν τῆς παρουσίας.
101.26.1
Ποῦ γὰρ τὸ σῶμα νῦν, εἰ μὴ μετὰ τοῦ προσλαβόντος; Οὐ γὰρ δὴ κατὰ τοὺς Μανιχαίων λήρους τῷ ἡλίῳ ἐναποτέ θειται, ἵνα τιμηθῇ διὰ τῆς ἀτιμίας· 101. 27 ἢ εἰς τὸν ἀέρα ἐχέθη καὶ διελύθη, ὡς φωνῆς φύσις καὶ ὀδμῆς ῥύσις καὶ ἀστραπῆς δρόμος οὐχ ἱσταμένης.
101.28.1
Ποῦ δὲ καὶ τὸ ψηλαφη θῆναι αὐτὸν μετὰ τὴν ἀνάστασιν ἢ ὀφθήσεσθαί ποτε ὑπὸ τῶν ἐκκεντησάντων; Θεότης γὰρ καθ' ἑαυτὴν ἀόρατος.
101.29.1
Ἀλλ' ἥξει μὲν μετὰ τοῦ σώματος, ὡς ὁ ἐμὸς λόγος, τοιοῦτος δὲ οἷος ὤφθη τοῖς μαθηταῖς ἐν τῷ ὄρει ἢ παρε δείχθη, ὑπερνικώσης τὸ σαρκίον τῆς θεότητος. Ὥσπερ δὲ ταῦτα λέγομεν ἀποσκευαζόμενοι τὴν ὑπόνοιαν, οὕτω κἀκεῖνα γράφομεν διορθούμενοι τὴν καινοτομίαν.
101.30.1
Εἴ τις λέγοι τὴν σάρκα ἐξ οὐρανοῦ κατεληλυθέναι, ἀλλὰ μὴ ἐντεῦθεν εἶναι καὶ παρ' ἡμῶν, «ἀνάθεμα ἔστω». Τὸ γὰρ «Ὁ δεύτερος ἄνθρωπος ἐξ οὐρανοῦ», καὶ «Οἷος ὁ ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι», καὶ «Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανόν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς ὁ Υἱὸς τοῦ ἀνθρώπου», καὶ εἴ τι ἄλλο τοιοῦτον, νομιστέον λέγεσθαι διὰ τὴν πρὸς τὸν οὐράνιον ἕνωσιν, 101. 31 ὥσπερ καὶ τὸ «διὰ Χριστοῦ γεγονέναι τὰ πάντα» καὶ «κατοικεῖν Χριστὸν ἐν ταῖς καρδίαις ἡμῶν», οὐ κατὰ τὸ φαινόμενον τοῦ Θεοῦ, ἀλλὰ κατὰ τὸ νοούμενον, κιρναμένων ὥσπερ τῶν φύσεων, οὕτω δὴ καὶ τῶν κλήσεων καὶ περιχωρουσῶν εἰς ἀλλήλας τῷ λόγῳ τῆς συμφυΐας.
101.32.1
Εἴ τις εἰς ἄνουν ἄνθρωπον ἤλπικεν, ἀνόητος ὄντως ἐστὶ καὶ οὐκ ἄξιος ὅλως σῴζεσθαι. Τὸ γὰρ ἀπρόσληπτον, ἀθεράπευτον· ὃ δὲ ἥνωται τῷ Θεῷ, τοῦτο καὶ σῴζεται.
101.33.1
Εἰ ἥμισυς ἔπταισεν ὁ Ἀδάμ, ἥμισυ καὶ τὸ προσειλημμένον καὶ τὸ σῳζόμενον. Εἰ δὲ ὅλος, ὅλῳ τῷ γεννηθέντι ἥνωται καὶ ὅλως σῴζεται. Μὴ τοίνυν βασκαινέτωσαν ἡμῖν τῆς παντελοῦς σωτηρίας, μηδὲ ὀστᾶ μόνον καὶ νεῦρα καὶ ζωγραφίαν ἀνθρώπου τῷ Σωτῆρι περιτιθέτωσαν.
101.34.1
Εἰ μὲν γὰρ ἄψυχος ὁ ἄνθρωπος, τοῦτο καὶ Ἀρειανοὶ λέγουσιν, ἵν' ἐπὶ τὴν θεότητα τὸ πάθος ἐνέγκωσιν, ὡς τοῦ κινοῦντος τὸ σῶμα, τούτου καὶ πάσχοντος. Εἰ δὲ ἔμψυχος, εἰ μὲν οὐ νοερός, πῶς καὶ ἄνθρωπος; οὐ γὰρ ἄνουν ζῷον ὁ ἄνθρωπος.
101.35.1
Καὶ ἀνάγκη τὸ σχῆμα μὲν ἀνθρώπειον εἶναι καὶ τὴν σκηνήν, τὴν δὲ ψυχὴν ἵππου τινὸς ἢ βοὸς ἢ ἄλλου τῶν ἀνοήτων. Τοῦτο γοῦν ἔσται καὶ τὸ σῳζόμενον· καὶ διεψεύσθην ἐγὼ παρὰ τῆς ἀληθείας, ἄλλου τιμηθέντος, ἄλλος μεγαλαυχούμενος. Εἰ δὲ νοερὸς ἀλλ' οὐκ ἄνους ὁ ἄνθρωπος, παυσάσθωσαν ὄντως ἀνοηταίνοντες.
101.36.1
Ἀλλ' ἤρκει, φησίν, ἡ θεότης ἀντὶ τοῦ νοῦ. Τί οὖν πρὸς ἐμὲ τοῦτο; Θεότης γὰρ μετὰ σαρκὸς μόνης οὐκ ἄνθρωπος, ἀλλ' οὐδὲ ψυχῆς μόνης, οὐδὲ ἀμφοτέρων χωρὶς τοῦ νοῦ, ὃ καὶ μᾶλλον ἄνθρωπος. Τήρει οὖν τὸν ἄνθρωπον ὅλον καὶ μῖξον τὴν θεότητα, ἵνα με τελέως εὐεργετῇς.
101.37.1
Ἀλλ' οὐκ ἐχώρει, φησί, δύο τέλεια. Οὐδὲ γάρ, εἴπερ σωματικῶς σκοπεῖς. Ἀγγεῖον γὰρ μεδιμναῖον οὐ χωρήσει διμέδιμνον, οὐδὲ σώματος ἑνὸς τόπος δύο ἢ πλείω σώματα· 101. 38 εἰ δὲ ὡς νοητὰ καὶ ἀσώματα, σκόπει ὅτι καὶ ψυχὴν καὶ λόγον καὶ νοῦν καὶ Πνεῦμα ἅγιον ὁ αὐτὸς ἐχώρησα καὶ πρὸ ἐμοῦ τὸν Πατέρα καὶ τὸν Υἱὸν καὶ τὸ ἅγιον Πνεῦμα ὁ κόσμος οὗτος, τὸ ἐξ ὁρατῶν λέγω καὶ ἀοράτων σύστημα.
101.39.1
Τοιαύτη γὰρ ἡ τῶν νοητῶν φύσις, ἀσωμάτως καὶ ἀμερίστως καὶ ἀλλήλοις καὶ σώμασι μίγνυσθαι. Ἐπεὶ καὶ φωναὶ πλείους ἀκοῇ μιᾷ χωρηταί, καὶ ὄψεις πλειόνων τοῖς αὐτοῖς ὁρατοῖς, καὶ ὀσφραντοῖς ὄσφρησις, οὔτε τῶν αἰσθήσεων στενοχωρουμένων ὑπ' ἀλλήλων ἢ ἐκθλιβομένων, οὔτε τῶν αἰσθητῶν ἐλαττουμένων τῷ πλήθει τῆς ἀντιλήψεως.
101.40.1
Ποῦ δὲ καὶ τέλειον νοῦς ἀνθρώπου ἢ καὶ ἀγγέλου 101. 40 συγκρίσει θεότητος, ἵνα τὸ ἕτερον ἐκθλιβῇ παρουσίᾳ τοῦ μείζονος; Οὐδὲ γὰρ αὐγή τις πρὸς ἥλιον, οὐδὲ νοτὶς ὀλίγη πρὸς ποταμόν, ἵνα τὰ μικρὰ προανέλωμεν, οἴκου μὲν αὐγήν, γῆς δὲ νοτίδα, καὶ οὕτω χωρηθῇ τὰ μείζω καὶ τελεώτερα.
101.41.1
Πῶς γὰρ χωρήσει δύο τέλεια, οἶκος μὲν αὐγὴν καὶ ἥλιον, γῆ δὲ νοτίδα καὶ ποταμόν, τοῦτο διασκεψώμεθα· καὶ γὰρ πολλῆς ὄντως τὸ πρᾶγμα φροντίδος ἄξιον.
101.42.1
Ἢ ἀγνοοῦσιν ὅτι τὸ πρός τι τέλειον πρὸς ἕτερον ἀτελές, ὡς βουνὸς πρὸς ὄρος καὶ κόκκος νάπυος πρὸς κύαμον, ἤ τι ἄλλο τῶν μειζόνων σπερμάτων, κἂν τῶν ὁμογενῶν μεῖζον λέγηται· εἰ δὲ βούλει, ἄγγελος πρὸς Θεόν, καὶ πρὸς ἄγγελον ἄνθρωπος;
101.43.1
Τέλειον οὖν ὁ ἡμέτερος νοῦς καὶ ἡγεμονικόν, ἀλλὰ ψυχῆς καὶ σώματος, οὐχ ἁπλῶς τέλειον, Θεοῦ δὲ δοῦ λον καὶ ὑποχείριον, ἀλλ' οὐ συνηγεμονικὸν οὐδὲ ὁμότιμον.
101.44.1
Ἐπεὶ καὶ Μωϋσῆς Φαραὼ μὲν θεός, Θεοῦ δὲ θεράπων, ὡς ἀναγέγραπται· καὶ ἀστέρες νύκτα μὲν περιλάμπουσιν, ἡλίῳ δὲ κρύπτονται, ὡς μηδ' ὅτι εἰσὶν ἡμέρᾳ γνωρίζεσθαι· 101. 45 καὶ λαμπὰς ὀλίγη μεγάλῃ πυρκαϊᾷ προσχωρήσασα οὔτε ἀπόλλυται οὔτε φαίνεται οὔτε χωρίζεται, ἀλλ' ὅλον ἐστὶ πυρκαϊά, τοῦ ὑπερέχοντος ἐκνικήσαντος.
101.46.1
Ἀλλὰ κατάκριτος, φησίν, ὁ ἡμέτερος νοῦς. Τί δὲ ἡ σάρξ; Οὐ κατάκριτος; Ἢ καὶ ταύτην ἀποσκεύασαι διὰ τὴν ἁμαρτίαν, ἢ κἀκεῖνον πρόσαγε διὰ τὴν σωτηρίαν. Εἰ τὸ χεῖρον προσείληπται, ἵν' ἁγιασθῇ διὰ τῆς σαρκώσεως, τὸ κρεῖττον οὐ προσληφθήσεται, ἵν' ἁγιασθῇ διὰ τῆς ἐνανθρωπήσεως; Εἰ ὁ πηλὸς ἐζυμώθη καὶ «νέον φύραμα» γέγονεν, ὦ σοφοί, ἡ εἰκὼν οὐ ζυμωθήσεται καὶ πρὸς Θεὸν ἀνακραθήσεται, θεωθεῖσα διὰ τῆς θεότητος;
101.47.1
Κἀκεῖνο προσθήσομεν· εἰ διέπτυσται πάντως ὁ νοῦς ὡς ἁμαρτητικὸς καὶ κατάκριτος, καὶ διὰ τοῦτο σῶμα μὲν προσείληπται, νοῦς δὲ παραλέλειπται, συγγνώμη τοῖς πταίουσι περὶ νοῦν. Μαρτυρία γὰρ Θεοῦ σαφῶς ἔδειξε τὸ τῆς θεραπείας ἀδύνατον.
101.48.1
Εἴπω τὸ μεῖζον; Σὺ μὲν διὰ τοῦτο ἀτιμάζεις, ὦ βέλτιστε, τὸν ἐμὸν νοῦν, ὡς σαρκολάτρης, εἴπερ ἀνθρωπολάτρης ἐγώ, ἵνα συνδήσῃς Θεὸν πρὸς σάρκα, ὡς οὐκ ἄλλως δεθῆναι δυνάμενον, καὶ διὰ τοῦτο ἐξαιρεῖς τὸ μεσότοιχον.
101.49.1
Ὁ δὲ ἐμὸς λόγος τίς, τοῦ ἀφιλοσόφου καὶ ἀπαιδεύτου; Ὁ νοῦς τῷ νοῒ μίγνυται, ὡς ἐγγυτέρῳ καὶ οἰκειοτέρῳ καὶ διὰ τούτου σαρκὶ μεσιτεύοντος θεότητι καὶ παχύτητι.
101.50.1
Τίς δὲ καὶ ὁ λόγος αὐτοῖς τῆς ἐνανθρωπήσεως ἴδωμεν, εἴτ' οὖν σαρκώσεως, ὡς αὐτοὶ λέγουσιν. Εἰ μὲν ἵνα χωρηθῇ Θεός, ἄλλως ἀχώρητος ὤν, καὶ ὡς ὑπὸ παραπε τάσματι τῇ σαρκὶ τοῖς ἀνθρώποις προσομιλήσῃ, κομψὸν τὸ προσωπεῖον αὐτοῖς καὶ τὸ δρᾶμα τῆς ὑποκρίσεως· ἵνα μὴ λέγω ὅτι καὶ ἄλλως ὁμιλῆσαι ἡμῖν οἷόν τε ἦν, ὥσπερ ἐν βάτῳ πυρὸς καὶ ἀνθρωπίνῳ εἴδει τὸ πρότερον.
101.51.1
Εἰ δὲ ἵνα λύσῃ τὸ κατάκριμα τῆς ἁμαρτίας τῷ ὁμοίῳ τὸ ὅμοιον ἁγιάσας ὥσπερ σαρκὸς ἐδέησε διὰ τὴν σάρκα κατακριθεῖσαν καὶ ψυχῆς διὰ τὴν ψυχήν, οὕτω καὶ νοῦ διὰ τὸν νοῦν οὐ πταί σαντα μόνον ἐν τῷ Ἀδάμ, ἀλλὰ καὶ πρωτοπαθήσαντα, ὅπερ οἱ ἰατροὶ λέγουσιν ἐπὶ τῶν ἀρρωστημάτων.
101.52.1
Ὃ γὰρ τὴν ἐντολὴν ἐδέξατο, τοῦτο καὶ τὴν ἐντολὴν οὐκ ἐφύλαξεν· ὃ δὲ οὐκ ἐφύλαξε, τοῦτο καὶ τὴν παράβασιν ἐτόλμησεν· ὃ δὲ παρέβη, τοῦτο καὶ τῆς σωτηρίας ἐδεῖτο μάλιστα· ὃ δὲ τῆς σωτηρίας ἐδεῖτο, τοῦτο καὶ προσελήφθη· ὁ νοῦς ἄρα προσείληπται.
101.53.1
Τοῦτο νῦν ἀποδέδεικται, κἂν μὴ βούλωνται, γεωμε τρικαῖς, ὥς φασιν αὐτοί, ἀνάγκαις καὶ ἀποδείξεσι. Σὺ δὲ ποιεῖς παραπλήσιον ὥσπερ ἂν εἰ, ὀφθαλμοῦ ἀνθρώπου πταίσαντος καὶ ποδὸς προσπταίσαντος, τὸν πόδα μὲν ἐθεράπευες, τὸν δὲ ὀφθαλμὸν ἀθεράπευτον εἴας· ἢ ζωγράφου τι μὴ καλῶς γράψαντος, τὸ μὲν γραφὲν μετεποίεις, τὸν δὲ ζωγράφον ὡς κατορθοῦντα παρέτρεχες.
101.54.1
Εἰ δὲ ὑπὸ τούτων ἐξειργόμενοι τῶν λογισμῶν καταφεύγουσιν ἐπὶ τὸ δυνατὸν εἶναι Θεῷ καὶ χωρὶς νοῦ σῶσαι τὸν ἄνθρωπον, δυνατὸν δή που καὶ χωρὶς σαρκὸς μόνῳ τῷ βούλεσθαι, ὥσπερ καὶ τὰ ἄλλα πάντα ἐνεργεῖ καὶ ἐνήργηκεν ἀσωμάτως. Ἄνελε οὖν μετὰ τοῦ νοῦ καὶ τὴν σάρκα, ἵν' ᾖ σοι τέλειον τὸ τῆς ἀπονοίας.
101.55.1
Ἀλλ' ἀπατῶνται ὑπὸ τοῦ γράμματος καὶ διὰ τοῦτο τῇ σαρκὶ προστρέχουσι, τὴν συνήθειαν τῆς Γραφῆς ἀγνοοῦντες. Ἡμεῖς αὐτοὺς καὶ τοῦτο διδάξομεν.
101.56.1
Ὅτι μὲν γὰρ πανταχοῦ τῆς Γραφῆς ἄνθρωπος καὶ Υἱὸς ἀνθρώπου προσαγορεύεται, τί δεῖ πρὸς εἰδότας καὶ λέγειν; Εἰ δὲ διισχυρίζονται τῷ «Ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν», καὶ διὰ τοῦτο περιξέουσι τοῦ ἀνθρώπου τὸ κάλλιστον, ὥσπερ οἱ σκυτεῖς τὰ παχύτερα τῶν δερμάτων, ἵνα Θεὸν σαρκὶ συγκολλήσωσιν, 101. 57 ὥρα λέγειν αὐτοῖς καὶ σαρκῶν μόνων τὸν Θεὸν εἶναι Θεόν, ἀλλ' οὐχὶ καὶ ψυχῶν, διὰ τὸ γεγράφθαι· «Καθὼς ἔδωκας αὐτῷ ἐξουσίαν πάσης σαρκός», καὶ «Πρὸς σὲ πᾶσα σὰρξ ἥξει», καὶ «Εὐλογείτω πᾶσα σὰρξ τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ», τοῦτ' ἔστι πᾶς ἄνθρωπος· 101. 58 ἢ πάλιν ἀσωμάτους καὶ ἀοράτους καταβεβηκέναι τοὺς πατέρας ἡμῶν εἰς Αἴγυπτον καὶ τὴν ψυχὴν τοῦ Ἰωσὴφ δεδέσθαι μόνην ὑπὸ τοῦ Φαραώ, διὰ τὸ γεγράφθαι· «Ἐν ἑβδομήκοντα πέντε ψυχαῖς κατέ βησαν εἰς Αἴγυπτον», καὶ «Σίδηρον διῆλθεν ἡ ψυχὴ αὐτοῦ», πρᾶγμα δεθῆναι μὴ δυνάμενον.
101.59.1
Ἀγνοοῦσι γὰρ οἱ ταῦτα λέγοντες ὅτι συνεκδοχικῶς τὰ τοιαῦτα ὀνομάζεται, ἀπὸ μέρους τοῦ παντὸς δηλουμένου, ὥσπερ καί· «Νεοσσοὶ τῶν κοράκων ἐπικαλοῦνται τὸν Θεόν», ἵν' ἡ πτηνὴ δηλωθῇ φύσις, καὶ Πλειὰς καὶ Ἕσπερος καὶ Ἀρκτοῦρος μνημονεύονται ἀντὶ πάντων ἀστέρων καὶ τῆς περὶ τούτους οἰκονομίας.
101.60.1
Καὶ ἅμα οὐκ ἄλλως οἷόν τε ἦν τὴν τοῦ Θεοῦ δηλωθῆναι περὶ ἡμᾶς ἀγάπην ἢ ἐκ τοῦ μνημονευθῆναι τὴν σάρκα καὶ ὅτι δι' ἡμᾶς κατέβη καὶ μέχρι τοῦ χείρονος. Σάρκα γὰρ εἶναι ψυχῆς εὐτελέστερον, πᾶς ἂν τῶν εὖ φρονούντων ὁμολογήσειεν.
101.61.1
Τὸ οὖν· «Ὁ Λόγος σὰρξ ἐγένετο» ἴσον δοκεῖ μοι δύνασθαι τῷ καὶ ἁμαρτίαν αὐτὸν γεγονέναι λέγεσθαι καὶ κατάραν· οὐκ εἰς ταῦτα τοῦ Κυρίου μετα ποιηθέντος, πῶς γάρ; ἀλλ' ὡς διὰ τοῦ ταῦτα δέξασθαι τὰς ἀνομίας ἡμῶν ἀναλαβόντος καὶ τὰς νόσους βαστάσαντος.
101.62.1
Ταῦτα μὲν οὖν ἱκανῶς ἐν τῷ παρόντι διὰ τὸ σαφὲς καὶ τοῖς πολλοῖς εὔληπτον. Οὐ γὰρ λογογραφεῖν ἀλλ' ἐπισχεῖν τὴν ἀπάτην βουλόμενοι ταῦτα γράφομεν, τὸν δὲ τελεώτερον περὶ τούτων λόγον, εἰ δοκεῖ, καὶ διὰ μακροτέρων ἀποδώσομεν.
101.63.1
Ὃ δὲ τούτων ἐστὶ βαρύτερον, οὐδ' αὐτὸ τοῦτο παραλιπεῖν ἀναγκαῖον. «Ὤφελον καὶ ἀποκόψονται οἱ ἀναστατοῦντες ὑμᾶς» καὶ δεύτερον Ἰουδαϊσμὸν καὶ δευτέραν περιτομὴν καὶ θυσίας δευτέρας εἰσάγοντες· 101. 64 εἰ γὰρ τοῦτο, τί κωλύει καὶ πάλιν γεννηθῆναι Χριστὸν εἰς ἀθέτησιν τῶν αὐτῶν, καὶ προδοθῆναι πάλιν ὑπὸ Ἰούδα καὶ σταυρω θῆναι καὶ ταφῆναι καὶ ἀναστῆναι, ἵνα πληρωθῇ τὰ πάντα τὰ τῆς αὐτῆς ἀκολουθίας, κατὰ τὴν ἑλληνικὴν ἀνακύκλησιν, τὰ αὐτὰ περιφερούσης τῆς αὐτῆς τῶν ἄστρων κινήσεως;
101.65.1
Τίς γὰρ ἡ ἀποκλήρωσις, τὸ μέν τι γενέσθαι τῶν τότε συμβάντων, τὸ δὲ παρεθῆναι; Τοῦτο δειξάτωσαν οἱ σοφοὶ καὶ τῷ πλήθει τῶν βιβλίων φιλοτιμούμενοι.
101.66.1
Ἐπειδὴ δὲ τῷ περὶ Τριάδος φυσιούμενοι λόγῳ καταψεύδονται μὲν ἡμῶν, ὡς οὐχ ὑγιῶς ἐχόντων περὶ τὴν πίστιν, δελεάζουσι δὲ τοὺς πολλούς, ἐκεῖνο γινώσκειν ἀναγκαῖον ὅτι Ἀπολλινάριος μὲν τὸ τῆς θεότητος ὄνομα τῷ ἁγίῳ Πνεύματι δούς, τὴν δύναμιν τῆς θεότητος οὐκ ἐφύλαξε.
101.67.1
Τὸ γὰρ ἐκ μεγάλου καὶ μείζονος καὶ μεγίστου 101. 67 συνιστᾶν τὴν Τριάδα, ὥσπερ ἐξ αὐγῆς καὶ ἀκτῖνος καὶ ἡλίου, τοῦ Πνεύματος καὶ τοῦ Υἱοῦ καὶ τοῦ Πατρὸς (ὅπερ σαφῶς ἐν ἐκείνου γέγραπται λόγοις), κλῖμαξ ἐστὶ θεότητος, οὐκ εἰς οὐρανὸν ἀνάγουσα, ἀλλ' ἐξ οὐρανοῦ κατάγουσα.
101.68.1
Ἡμεῖς δὲ Θεὸν γινώσκομεν τὸν Πατέρα καὶ τὸν Υἱὸν καὶ τὸ ἅγιον Πνεῦμα, ταῦτα δὲ οὐ κλήσεις ψιλὰς τεμνούσας ἀξιωμάτων ἢ δυνάμεων ἀνισότητας, ἀλλὰ μίαν καὶ τὴν αὐτὴν ὥσπερ προσηγορίαν, οὕτω καὶ θεότητος φύσιν καὶ οὐσίαν καὶ δύναμιν.
101.69.1
Εἰ δέ τις ταῦτα μὲν ὀρθῶς οἴεται λέγεσθαι, ἐγκαλεῖ δὲ τὴν τῶν αἱρετικῶν κοινωνίαν, δειξάτω τις τοῦτο τῶν ἡμετέρων, καὶ ἢ πείσομεν, ἢ ἀναχωρήσομεν. Πρὸ κρίσεως δὲ οὐδὲ ἄλλο τι καινοτομεῖν ἀσφαλές, μὴ ὅτι πρᾶγμα τοσοῦτον καὶ περὶ τηλικούτων.
101.70.1
Ἡμεῖς μὲν οὖν ταῦτα καὶ διεμαρτυράμεθα Θεὸν καὶ ἀνθρώπους καὶ διαμαρτυρόμεθα. Καὶ οὐδὲ νῦν, εὖ ἴσθι, ταῦτ' ἂν ἐγράψαμεν, εἰ μὴ τὴν Ἐκκλησίαν ἑωρῶμεν διασπωμένην καὶ τεμνομένην καὶ ταῖς ἄλλαις τερατείαις καὶ τῷ νῦν «συνεδρίῳ τῆς ματαιότητος».
101.71.1
Εἰ δέ τις, ταῦτα λεγόντων ἡμῶν καὶ διαμαρτυρομένων, ἢ διὰ χρείας τινὰς ἢ διὰ φόβον ἀνθρώπινον ἢ διὰ μικροψυχίας ἀτόπους ἢ διὰ τὸ ἀποίμαντον τέως καὶ ἀκυβέρνητον ἢ διὰ τὸ ξενοχαρὲς καὶ πρὸς τὰς καινοτομίας ἕτοιμον, 101. 72 διαπτύει μὲν ἡμᾶς ὡς οὐδενὸς λόγου ἀξίους, προστρέχει δὲ τοῖς τοιούτοις καὶ διαιρεῖ τὸ καλὸν σῶμα τῆς Ἐκκλησίας, αὐτὸς βαστάσει τὸ κρῖμα, ὅστις ἐὰν ᾖ, καὶ ὑφέξει τῷ Θεῷ λόγον ἐν ἡμέρᾳ κρίσεως.
101.73.1
Εἰ δὲ οἱ μακροὶ λόγοι καὶ τὰ νέα ψαλτήρια καὶ ἀντίφθογγα τῷ Δαϋὶδ καὶ ἡ τῶν μέτρων χάρις ἡ τρίτη Διαθήκη νομίζεται, καὶ ἡμεῖς ψαλμολο γήσομεν καὶ πολλὰ γράψομεν καὶ μετρήσομεν. Ἐπειδὴ δοκοῦ μεν καὶ ἡμεῖς Πνεῦμα Θεοῦ ἔχειν· εἴπερ Πνεύματος χάρις τοῦτό ἐστιν, ἀλλὰ μὴ ἀνθρωπίνη καινοτομία.
101.74.1
Ταῦτά σε βούλομαι διαμαρτύρασθαι τοὺς πολλούς, ἵνα μὴ βάρος ἔχωμεν ὡς τοιοῦτο κακὸν παρορῶντες καὶ παρὰ τὴν ἡμετέραν ῥᾳθυμίαν πονηροῦ δόγματος νομὴν καὶ ἰσχὺν λαμβάνοντος. 102. t Πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ δευτέρα

Intertext edge

Open linked passage

Note