Epistulae theologicae
Gregory of Nazianzus (gregory-of-nazianzus)Theo 102 · pg-scrape-grcMore by Gregory of Nazianzus (gregory-of-nazianzus)
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)">
—
⋯
Original / primary: Pg Scrape Grc
102.1.1
Ἐπειδὴ πολλοὶ προσιόντες τῇ σῇ εὐλαβείᾳ πληροφορίαν ζητοῦσι περὶ πίστεως, καὶ διὰ τοῦτο ἀπῄτησας ἡμᾶς ἀγα πητικῶς σύντομον ὅρον τινὰ καὶ κανόνα τοῦ ἡμετέρου φρονήματος, διὰ τοῦτο ἐγράψαμεν τῇ σῇ εὐλαβείᾳ (ὃ καὶ πρὸ τῶν γραμμάτων ἐγνώριζες) ὅτι ἡμεῖς τῆς κατὰ Νικαίαν πίστεως, τῆς τῶν ἁγίων Πατέρων τῶν ἐκεῖ συνελθόντων ἐπὶ καθαιρέσει τῆς Ἀρειανῆς αἱρέσεως, οὐδὲν οὔτε προετι μήσαμεν πώποτε οὔτε προτιμᾶν δυνάμεθα, 102. 2 ἀλλ' ἐκείνης ἐσμὲν τῆς πίστεως σὺν Θεῷ καὶ ἐσόμεθα, προσδιαρθροῦντες τὸ ἐλλειπῶς εἰρημένον ἐκείνοις περὶ τοῦ ἁγίου Πνεύματος (διὰ τὸ μηδὲ κεκινῆσθαι τηνικαῦτα τοῦτο τὸ ζήτημα), ὅτι μιᾶς θεότητος εἰδέναι χρὴ τὸν Πατέρα καὶ τὸν Υἱὸν καὶ τὸ Πνεῦμα τὸ ἅγιον, Θεὸν καὶ τὸ Πνεῦμα γινώσκοντας.
102.3.1
Τοὺς οὖν οὕτω φρονοῦντας καὶ διδάσκοντας ἔχε κοινωνικούς, ἐπεὶ καὶ ἡμεῖς· τοὺς δὲ ἑτέρως ἔχοντας ἀποστρέφου καὶ ἀλλοτρίους ἡγοῦ καὶ τοῦ Θεοῦ καὶ τῆς καθολικῆς Ἐκκλησίας.
102.4.1
Ἐπειδὴ δὲ καὶ περὶ τῆς θείας ἐνανθρωπήσεως εἴτ' οὖν σαρκώσεως κινεῖταί τι ζήτημα, καὶ τοῦτο διορίζου πᾶσι περὶ ἡμῶν ὅτι τὸν Υἱὸν τοῦ Θεοῦ, τὸν γεννηθέντα ἐκ τοῦ Πατρὸς καὶ μετὰ τοῦτο ἐκ τῆς ἁγίας Παρθένου Μαρίας, εἰς ἓν ἄγομεν, καὶ οὐ δύο υἱοὺς ὀνομάζομεν, ἀλλ' ἕνα καὶ τὸν αὐτὸν ἐν ἀδιαιρέτῳ θεότητι καὶ τιμῇ προσκυνοῦμεν. Εἰ δέ τις οὐ συντίθεται τούτοις ἢ νῦν ἢ ὕστερον, αὐτὸς ὑφέξει τῷ Θεῷ λόγον ἐν ἡμέρᾳ κρίσεως.
102.5.1
Ἡ μὲν οὖν πρὸς τὴν ἀνόητον αὐτῶν περὶ τοῦ νοῦ δόξαν ἔνστασις ἡμῶν καὶ ἀντίθεσις, ὡς ἐν βραχεῖ, τοιαύτη καὶ οὕτως ἔχουσα· μονοὶ γὰρ σχεδὸν ὃ δογματίζουσιν ὄντως καὶ πάσχουσιν, ἀνοίᾳ τὸν νοῦν περικόπτοντες.
102.6.1
Ἵνα δὲ μὴ κατηγορῶσιν ἡμῶν ὡς τὴν τοῦ ἀγαπητοῦ Οὐϊταλίου πίστιν, ἣν ἀπαιτηθεὶς ὑπὸ τοῦ μακαρίου Δαμάσου τοῦ τῆς Ῥώμης ἐπισκόπου ἔγγραφον ἐπιδέδωκε, πρότερον μὲν ἀποδεχομένων, νῦν δὲ ἀναινομένων, καὶ περὶ τούτου βραχέα δηλώσομεν.
102.7.1
Οὗτοι γὰρ ἡνίκα μὲν ἂν τοῖς γνησίοις αὐτῶν μαθηταῖς καὶ μύσταις τῶν ἀπορρήτων θεολογῶσιν, ὥσπερ οἱ Μανιχαῖοι τοῖς ἐκλεκτοῖς λεγομένοις, ὅλην τὴν νόσον αὐτῶν ἐκκαλύπτοντες, μόλις καὶ τὴν σάρκα τῷ Σωτῆρι διδόασιν.
102.8.1
Ὅταν δὲ ταῖς κοιναῖς ὑπολήψεσι περὶ τῆς ἐνανθρωπήσεως ἃς ἡ Γραφὴ παρίστησιν ἐλέγχωνται καὶ πιέζωνται, τὰς μὲν εὐσεβεῖς λέξεις ὁμολογοῦσι, περὶ δὲ τὸν νοῦν κακουργοῦσιν, 102. 9 οὐκ ἄψυχον μὲν οὐδὲ ἄλογον οὐδὲ ἀνοῦν οὐδὲ ἀτελῆ ὁμολογοῦντες τὸν ἄνθρωπον, ψυχὴν δὲ καὶ λόγον καὶ νοῦν αὐτὴν εἰσάγοντες τὴν θεότητα, ὡς αὐτῆς τῇ σαρκὶ συγκραθείσης μόνης, ἀλλ' οὐχὶ καὶ τῶν ἡμετέρων καὶ ἀνθρωπίνων, εἰ καὶ τὸ ἀναμάρτητον κρεῖττον ἢ καθ' ἡμᾶς ἦν καὶ τῶν ἡμετέρων παθῶν καθάρσιον.
102.10.1
Οὕτω γοῦν καὶ τὸ «Ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν» παρεξηγοῦνται κακῶς καὶ λίαν εὐήθως, νοῦν Χριστοῦ τὴν θεότητα λέγοντες, οὐχ, ὅπερ ἡμεῖς, ὑπολαμβάνοντες ὅτι οἱ τὸν ἑαυτῶν νοῦν καθήραντες μιμήσει τοῦ νοὸς ἐκείνου, ὃν ὑπὲρ ἡμῶν ὁ Σωτὴρ ἀνεδέξατο, καὶ πρὸς αὐτὸν ῥυθμίζοντες, ὡς ἐφικτόν, οὗτοι νοῦν Χριστοῦ ἔχειν λέγονται· 102. 11 ὡς καὶ σάρκα Χριστοῦ μαρτυρηθεῖεν ἂν ἔχειν ἐκεῖνοι οἱ τὴν σάρκα παιδαγωγήσαντες καὶ σύσσωμοι καὶ συμμέτοχοι Χριστοῦ κατὰ τοῦτο γενόμενοι, καὶ «Ὡς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, οὕτω, φησί, φορέσομεν τὴν εἰκόνα τοῦ ἐπουρανίου». Οὕτω δὲ καὶ τέλειος αὐτοῖς ἄνθρωπος οὐχ ὁ πεπειραμένος κατὰ πάντα τὰ ἡμέτερα χωρὶς ἁμαρτίας, ἀλλὰ τὸ ἐκ Θεοῦ καὶ σαρκὸς σύγκραμα δογματίζεται. Τούτου γάρ, φασί, τί τελειότερον;
102.12.1
Τὸ δ' αὐτὸ καὶ περὶ τὴν τῆς ἐνανθρωπήσεως κακουρ γοῦσι φωνήν, τὸ ἐνηνθρώπησεν οὐκ ἐν ἀνθρώπῳ γέγονεν, ὃν ἑαυτῷ περιέπηξεν, ἐξηγούμενοι, κατὰ τὸ εἰρημένον· «Αὐτὸς γὰρ ἐγίνωσκε τί ἦν ἐν τῷ ἀνθρώπῳ», ἀλλ' ἀνθρώποις ὡμίλησε καὶ συνεπολιτεύσατο λέγοντες καὶ διδάσκοντες, καὶ πρὸς ἐκείνην καταφεύγοντες τὴν φωνὴν τὴν «Μετὰ τοῦτο ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη» λέγουσαν.
102.13.1
Καὶ τί ἄν τις ἀγωνίζοιτο ἐπὶ πλεῖον; Οἱ τὸν ἄνθρωπον ἀποσκευαζόμενοι καὶ τὴν ἐντὸς εἰκόνα τὸ ἐκτὸς ἡμῶν καθαρίζουσι μόνον διὰ τοῦ καινοῦ προσωπείου καὶ τοῦ ὁρωμένου, 102. 14 τοσοῦτον ἑαυτοῖς μαχόμενοι ὡς ποτὲ μὲν διὰ τὴν σάρκα καὶ τὰ ἄλλα παχέως καὶ σαρκικῶς ἐξηγεῖσθαι (ἐντεῦθεν γὰρ αὐτοῖς ὁ δεύτερος Ἰουδαϊσμὸς ὥρμηται καὶ ἡ χιλιοέτης καὶ ληρώδης ἐν τῷ παραδείσῳ τρυφὴ καὶ σχεδὸν τὸ τὰ αὐτὰ πάλιν ἐπὶ τοῖς αὐτοῖς ἀναλαμβάνειν ἡμᾶς), ποτὲ δὲ δόκησιν μᾶλλον ἢ ἀλήθειαν τῆς σαρκὸς εἰσάγειν ὡς οὐδὲν τῶν ἡμετέρων παθούσης, οὐδὲ ὅσα τῆς ἁμαρτίας ἐστὶν ἐλεύθερα, 102. 15 καὶ κεχρῆσθαι πρὸς τοῦτο τῇ ἀποστολικῇ φωνῇ, οὐκ ἀποστολικῶς νοουμένῃ ἢ λεγομένῃ, ἐν ὁμοιώματι ἀνθρώπων τὸν Σωτῆρα ἡμῶν γεγενῆσθαι καὶ σχήματι εὑρῆσθαι ὡς ἄνθρωπον, ὡς οὐχὶ τοῦ ἀνθρωπίνου εἴδους ἐν τούτοις δηλουμένου, φαντασίας δέ τινος ἀπατηλῆς καὶ δοκήσεως.
102.16.1
Ἐπειδὴ τοίνυν αἱ φωναὶ αὗται καλῶς μὲν νοούμεναι μετὰ τῆς εὐσεβείας εἰσί, κακῶς δὲ ἐξηγούμεναι τὸ δυσσεβὲς ἔχουσι, τί θαυμαστὸν εἰ καὶ τοὺς Οὐϊταλίου λόγους ἡμεῖς μὲν ἐπὶ τὸ εὐσεβέστερον ἐδεξάμεθα, οὕτω τοῦ θέλειν πείθον τος, ἄλλοι δὲ πρὸς τὸν τῶν γεγραμμένων νοῦν ἀγριαίνουσιν;
102.17.1
ὅ μοι δοκεῖ καὶ Δάμασος αὐτὸς μεταδιδαχθεὶς καὶ ἅμα 102. 17 πυθόμενος ἐπὶ τῶν προτέρων μένειν αὐτοὺς ἐξηγήσεων, ἀποκηρύκτους αὐτοὺς πεποιῆσθαι καὶ τὸ γραμματεῖον ἀνατετραφέναι τῆς πίστεως σὺν ἀναθεματισμῷ καὶ πρὸς αὐτὴν τὴν ἀπάτην αὐτῶν δυσχεράνας, ἣν ἔπαθεν ἐξ ἁπλότητος.
102.18.1
Ταῦτ' οὖν ἐληλεγμένοι σαφῶς, μὴ χαλεπαινέτωσαν ἡμῖν, ἀλλ' ἐντρεπέσθωσαν, μηδὲ καταψευδέσθωσαν, ἀλλὰ συστελλέσθωσαν, καὶ τῶν πυλώνων ἐξαλειφέτωσαν τὸ μέγα καὶ θαυμαστὸν αὐτῶν ἐκεῖνο πρόγραμμά τε καὶ κήρυγμα τῆς ὀρθοδοξίας, μετὰ ζητήματος εὐθὺς ἀπαντῶντες τοῖς εἰσιοῦσι καὶ διακρίσεως, τὸ δεῖν προσκυνεῖν μὴ ἄνθρωπον θεοφόρον, ἀλλὰ Θεὸν σαρκοφόρον.
102.19.1
Οὗ τί γένοιτ' ἂν ἀλογώτερον, κἂν τῷ ῥήματι μέγα τούτῳ φρονῶσιν οἱ νέοι τῆς ἀληθείας κήρυκες; Χάριν μὲν γὰρ ἔχει τινὰ σοφιστικὴν τῷ τάχει τῆς ἀντιστροφῆς καὶ ψηφολογικὴν τερατείαν τοὺς ἀπαιδεύτους τέρπουσαν· ἔστι δὲ τῶν γελοίων γελοιότερον καὶ τῶν ἀσυνέτων ἀσυνετώτερον.
102.20.1
Εἰ γάρ τις μεταβαλὼν τὴν «ἄνθρωπος» φωνὴν καὶ τὴν «σὰρξ» εἰς Θεὸν (ὧν τὸ μὲν ἡμῖν ἀρέσκει, τὸ δὲ αὐτοῖς), ἔπειτα τῇ ἀντιστροφῇ χρήσαιτο τῇ θαυμασίᾳ ταύτῃ καὶ θεογνώστῳ, τί συναχθήσε ται; τὸ δεῖν προσκυνεῖν μὴ σάρκα θεοφόρον, ἀλλὰ Θεὸν ἀνθρωποφόρον.
102.21.1
Ὢ τῆς ἀτοπίας· τὴν ἀποκεκρυμμένην μετὰ Χριστὸν σοφίαν σήμερον ἡμῖν καταγγέλλουσιν, ἐφ' ᾧ καὶ δακρύειν ἄξιον.
102.22.1
Εἰ γὰρ πρὸ τριάκοντα τούτων ἐτῶν ἡ πίστις ἤρξατο, τετρακοσίων σχεδὸν ἐτῶν γεγονότων ἀφ' οὗ Χριστὸς πεφανέρωται, κενὸν ἐν τοσούτῳ χρόνῳ τὸ Εὐαγγέλιον ἡμῶν, κενὴ δὲ καὶ ἡ πίστις ἡμῶν, 102. 23 καὶ μάτην μὲν οἱ μαρτυρήσαντες ἐμαρτύρησαν, μάτην δὲ καὶ τοῦ λαοῦ προέστησαν οἱ τοιοῦτοι καὶ τηλικοῦτοι προστάται, καὶ τῶν μέτρων ἡ χάρις, ἀλλ' οὐ τῆς πίστεως.
102.24.1
Τίς δὲ οὐκ ἂν αὐτοὺς ἀγάσαιτο τῆς παιδεύσεως, οἳ σαφῶς αὐτοὶ τὰ Χριστοῦ διαιροῦντες καὶ τὸ μὲν ἐγεννήθη καὶ ἐπειράσθη καὶ ἐπείνησε καὶ ἐδίψησεν, ἐκοπίασέ τε καὶ ὕπνωσε, τῷ ἀνθρωπίνῳ προσνέμοντες, 102. 25 τὸ δὲ ὑπὸ ἀγγέλων ἐδοξάσθη, καὶ τὸν πειραστὴν ἐνίκησε καὶ ἔτρεψεν, οὕτω καὶ ὕπερθε θαλάσσης ἐπέζευσε, τῇ θεότητι λογιζόμενοι· 102. 26 καὶ τὸ μὲν «Ποῦ τεθείκατε Λάζαρον» ἡμέτερον εἶναι λέγοντες, τὸ δὲ «Λάζαρε, δεῦρο ἔξω» βοᾶν καὶ τὸν τετραήμερον νεκρὸν ἐγείρειν, ὑπὲρ ἡμᾶς· 102. 27 καὶ τὸ μὲν ἠγωνίασε καὶ ἐσταυρώθη καὶ ἐτάφη, τοῦ προκαλύμματος, τὸ δὲ ἐθάρσησε καὶ ἀνέστη καὶ ἀνέβη, τοῦ θησαυρίσματος;
102.28.1
Ἔπειτα κατηγοροῦσιν ἡμῶν ὡς δύο φύσεις εἰσαγόντων ἀπηρτημένας ἢ μαχομένας καὶ μεριζόντων τὴν ὑπερφυᾶ καὶ θαυμασίαν ἕνωσιν· 102. 29 δέον ἢ μὴ ποιεῖν ὃ κατηγοροῦσιν ἢ μὴ κατηγορεῖν ὃ πράτ τουσιν, εἴπερ ἑαυτοῖς γοῦν ἀκολουθεῖν ἐγνώκασιν, ἀλλὰ μὴ καὶ τὰ ἴδια λέγειν καὶ τὰ τῶν ἀντιπάλων.
102.30.1
Τοιοῦτόν ἐστιν ἡ ἀλογία· καὶ πρὸς ἑαυτὴν καὶ πρὸς τὴν ἀλήθειαν ἀπομάχεσθαι, ὡς μηδὲ περιπίπτοντας αὐτοὺς ἑαυτοῖς ἢ νοεῖν ἢ αἰσχύνεσθαι.
102.31.1
Καὶ εἴ τις οἴεται ταῦτα γράφειν ἡμᾶς ἢ λέγειν ἑκόντας, ἀλλ' οὐ τυραννουμένους, καὶ τὴν ἕνωσιν ἀποσπεύδοντας, ἀλλ' οὐχὶ καὶ λίαν σπουδάζοντας, ἴστω κακῶς φρονῶν καὶ οὐκ ἐστοχασμένως τῆς ἡμετέρας ἐπιθυμίας, 102. 32 οἷς οὐδὲν εἰρήνης ἐστὶν ἢ γέγονε προτιμότερον, ὡς αὐτὰ πείθει τὰ πράγματα, κἂν ἃ ποιοῦσί τε καὶ νεανιεύονται καθ' ἡμῶν ἀποκλείῃ παντάπασι τὴν ὁμόνοιαν. 202. t Πρὸς Νεκτάριον ἐπίσκοπον Κωνσταντινουπόλεως