Epistulae
Gregory of Nazianzus (gregory-of-nazianzus)Epis 104 · pg-scrape-grcMore by Gregory of Nazianzus (gregory-of-nazianzus)
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)">
—
⋯
Original / primary: Pg Scrape Grc
104.1.1
Τὰς μὲν ἄλλας χάριτας ὅσων ἔτυχον εἰληφὼς οἶδα παρὰ τῆς σῆς ἡμερότητος· καί σε ἀντὶ τούτων ἀμείψαιτο τοῖς παρ' ἑαυτοῦ χρηστοῖς ὁ Θεός, ἓν δὲ τῶν χρηστῶν εὐδόκιμον καὶ λαμπρὸν διεξελθεῖν τὴν ἀρχήν.
104.2.1
Ἣν δὲ νῦν αἰτῶ, δώσων ἔρχομαι μᾶλλον ἤπερ ληψόμενος, εἰ μὴ φορτικὸν εἰπεῖν. Τὴν ἀθλίαν Φιλουμένην δι' ἐμαυτοῦ προσάγω σοι καὶ τῇ σῇ δίκῃ προσπεσουμένην καὶ ὑμῖν τὰ δάκρυα στήσουσαν οἷς συντρίβει τὴν ἡμετέραν ψυχήν.
104.3.1
Ἃ μὲν οὖν ἠδίκηται καὶ παρ' ὧν, αὐτὴ δηλώσει· οὐ γὰρ ἡμῖν γε κατηγορεῖν οὐδενὸς ἀσφαλές, αὐτοὺς δὲ τοσοῦτον εἰπεῖν ἀναγκαῖον, ὅτι χηρεία καὶ ὀρφανία πᾶσι μὲν βοηθητέα τοῖς γε νοῦν ἔχουσι, μάλιστα δὲ οἷς γυνὴ καὶ τέκνα ἐν μέσῳ, τὰ μεγάλα τοῦ ἐλεεῖν ἐνέχυρα· ἐπειδή γε ἀνθρώποις δικάζομεν, ὄντες ἄνθρωποι.
104.4.1
Ἡμῖν δὲ συγγνώμη τοῦ δι' ἐπιστολῶν ταῦτα πρεσβεύειν, ἐπειδή γε τῷ ἀρρωστεῖν ζημιούμεθα.