Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
120.1.1
Ὁρᾶν τὰ ἐλπιζόμενα πόρρωθεν διδαχθέντες (χρή σομαι γὰρ τῷ σῷ προοιμίῳ), καὶ τοῖς ἤδη παροῦσιν ἐνευφραινόμεθα. Τὴν γὰρ ἁγίαν τοῦ Πάσχα ἡμέραν, εἰς ἣν ἀπηντήκαμεν, τῶν ἐκεῖθεν ἀγαθῶν οἶδα μυσταγωγίαν, ἑορτὴν οὖσαν διαβατήριον. Ὧν καλῶς ἐποίησας καὶ αὐτὸς ἀναμνήσας ἡμᾶς, οἷς ἀπέσταλκας καὶ οἷς γράφεις.
120.2.1
Ἐγὼ δὲ πολλὰ μὲν ἤδη Πάσχα διῆλθον, καὶ τοῦτο ὠνάμην τῆς μακροτέρας ζωῆς. Νῦν δὲ καθαρώτερον ἐπιθυμῶ, τὴν Αἴγυπτον ταύτην ἐξελθὼν τοῦ βίου τὴν βαρεῖαν καὶ σκοτεινήν, καὶ τοῦ πηλοῦ καὶ τῆς πλινθείας ἐλευθερωθεὶς ᾗ συνδεδέμεθα, πρὸς τὴν γῆν τῆς ἐπαγγελίας μεταναστῆναι.
120.3.1
Ταῦθ' ἡμῶν προσεύχου καὶ ὑπερεύχου, εἴ τί σοι μέλει τοῦ τὰ μέγιστα εὖ ποιεῖν ἡμᾶς. Σὲ δὲ πολλάκις γένοιτο τῷ κοινῷ τῆς Ἐκκλησίας συνεορτάσαι βιωσίμως ἔχοντα.
120.4.1
Εἰ δέ μοι δοίητε καὶ τὸ γῆρας ἐν καλῷ καταλῦσαι τῇ Ἐκκλησίᾳ ταύτῃ δόντες ἐπίσκοπον, ὃν ἀναδείξει τὸ Πνεῦμα τὸ ἅγιον, ἔργον ἔσεσθε ἀγαθὸν εἰργασμένοι, καὶ τί ἂν γὰρ ἢ πατρικῶν εὐλογιῶν ἄξιον;

Intertext edge

Open linked passage

Note