Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
131.1.1
Τοῦτό μοι τῆς ἀρρωστίας ἐστὶ βαρύτερον τὸ ἀρρωσ τοῦντα μηδὲ πιστεύεσθαι, ἀλλ' ἐκδημίαν οὕτω μακρὰν ἐπιτάττεσθαι καὶ εἰς μέσους θορύβους ὠθεῖσθαι, ὧν τὴν ἀναχώρησιν ἠγαπήσαμεν, μικροῦ καὶ χάριν διὰ τοῦτο τῇ τοῦ σώματος κακοπαθείᾳ ὁμολογήσαντες.
131.2.1
Ἀπράγμων γὰρ ἡσυχία τῆς ἐν πράγμασι περιφανείας τιμιωτέρα. Τοῦτο ἐπέστειλα μὲν καὶ πρῴην τῷ θαυμασιωτάτῳ οὐϊκαρίῳ τὸ αὐτὸ δεξάμενος πρόσταγμα· ἐπιστεῖλαι δὲ καὶ νῦν ὑπὲρ ἡμῶν ἡ σὴ μεγαλόνοια καταξιωσάτω, ὃν ἀξιόπιστον μάρτυρα τῆς ἡμετέρας ἔχομεν ἀρρωστίας.
131.3.1
Πείθει δὲ καὶ ἡ ζημία ἣν ἐζημιώμεθα νῦν, μηδὲ προσδραμεῖν καὶ ἀπολαῦσαί σου δυνηθέντες, ἄρχοντος οὕτω δεξιοῦ καὶ οὕτω θαυμασίου τὴν ἀρετήν, ὡς καὶ τὰ προοίμια τῆς σῆς ἀρχῆς εἶναι τιμιώτερα τῆς διὰ τέλους ἑτέρων εὐδοκιμήσεως.

Intertext edge

Open linked passage

Note