Epistulae
Gregory of Nazianzus (gregory-of-nazianzus)Epis 136 · pg-scrape-grcMore by Gregory of Nazianzus (gregory-of-nazianzus)
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)">
—
⋯
Original / primary: Pg Scrape Grc
136.1.1
Ἡμῖν σὺ καὶ συγγενὴς καὶ οἰκεῖος καὶ πᾶν ὁτιοῦν ἂν εἴποι τοιοῦτόν τις. Ἡ γὰρ εὐσέβεια συνῆψεν ἡμᾶς καὶ τὸ τῆς ἀρετῆς εὐδόκιμον, ἣν ἐν σοὶ κατεμάθομεν δείξαντι σαφῶς ὅτι τὸ ἑλληνικὸν καὶ τὸ βάρβαρον σωμάτων, οὐ ψυχῶν ἐστι διαφορά, καὶ τόπων διάστασις, ἀλλ' οὐ τρόπων οὐδὲ προαιρέσεων.
136.2.1
Ἦ γένοιτο πολλοὺς τῶν ἡμετέρων τὸ γένος τὴν σὴν μιμήσασθαι καλοκἀγαθίαν, καὶ πάντα ἡμῖν οἶδ' ὅτι ἕξει καλῶς, τά τε κοινὰ καὶ τὰ ἴδια.
136.3.1
Παρακαλῶ δέ, ὥσπερ τὸν ἔξωθεν πόλεμον τῇ σεαυτοῦ δεξιᾷ καὶ συνέσει καταλύεις γενναίως ὑπὲρ ἡμῶν ἱστάμενος, οὕτω λῦσον καὶ τὸν ἡμέτερον, ὅσα γέ ἐστιν ἐπὶ σοί, εἰρηνικὸν γενέσθαι τὸ τέλος τοῖς συνελθοῦσι νῦν ἐπισκόποις ἀγωνισάμενος.
136.4.1
Τὸ γὰρ συνιέναι μὲν πολλάκις, μηδὲν δὲ πέρας εὑρίσκεσθαι τῶν κακῶν ἀλλ' ἀεὶ προστιθέναι ταραχαῖς ταραχάς, μείζονος τῆς αἰσχύνης, ὃ καὶ αὐτὸς γινώσκεις.