Epistulae
Gregory of Nazianzus (gregory-of-nazianzus)Epis 142 · pg-scrape-grcMore by Gregory of Nazianzus (gregory-of-nazianzus)
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)">
—
⋯
Original / primary: Pg Scrape Grc
142.1.1
Εἰ καὶ ὁ πόθος τῆς σῆς συντυχίας θερμὸς καὶ ἡ χρεία τῶν δεομένων μεγάλη, ἀλλ' ἡ νόσος ἀήττητος. Διὰ τοῦτο γράμμασι πιστεῦσαι ταύτην τὴν πρεσβείαν ἐθάρρησα.
142.2.1
Αἰδέσθητι μὲν ἡμῶν τὴν πολιάν, ἣν ᾐδέσθης ἤδη καλῶς ποιῶν καὶ πολλάκις. Αἰδέσθητι δὲ καὶ τὴν ἀρρωστίαν ταύτην ᾗ μέρος τι καὶ οἱ κατὰ Θεὸν ἱδρῶτες συνεισήνεγκαν, εἴ τι δεῖ καὶ νεανιεύσασθαι.
142.3.1
Καὶ διὰ τοῦτο φεῖσαι μὲν τῶν πολιτευομένων πρὸς ἡμᾶς βλεπόντων ὡς ἐχόντων ἡμῶν ἐπὶ σοῦ παρρησίαν. Φεῖσαι δὲ τῶν ἄλλων τῶν ὑπὸ τὴν ἡμετέραν φροντίδα. Καὶ γὰρ οὐδεμία ζημία τοῖς πράγμασιν ἐκ τῆς φιλανθρωπίας, ἐπεὶ τῷ φόβῳ πλείονα κατορθοῖς ἢ ταῖς τιμωρίαις ἕτεροι.
142.4.1
Σοὶ δὲ ἀντὶ τούτων γένοιτο τὸ τοιούτου τυχεῖν τοῦ κριτοῦ οἷόσπερ ἂν αὐτὸς γένῃ τοῖς δεομένοις καὶ ἡμῖν τοῖς πρεσβεύουσιν.