Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
144.1.1
ΤΩΙ ΑΥΤΩΙ Οὐ πανταχοῦ τὸ τάχος ἐπαινετόν. Διὰ τοῦτο ἀνεβαλόμην τὴν ἀπόκρισιν εἰς τόδε περὶ τῆς τοῦ αἰδεσι μωτάτου Οὐηριανοῦ θυγατρός, τῷ χρόνῳ τι διδοὺς εἰς διόρθωσιν καὶ ἅμα τῆς σῆς στοχαζόμενος ἀγαθότητος οὐκ ἐπαινούσης τὸ διαστάσιον, ἐξ ὧν ἡμῖν τὴν πεῦσιν διέτρεψας, οὓς οὐ ταχεῖς ᾔδεις οὐδὲ ἀπερισκέπτους πρὸς τὰ τοιαῦτα.
144.2.1
Διὰ τοῦτο μὲν οὖν κατέσχον ἐμαυτὸν εἰς δεῦρο καί, οἶμαι, οὐκ ἀλογίστως. Ἐπεὶ δὲ εἰς στενὸν ἥκομεν τοῦ καιροῦ καὶ ἀνάγκη γνωρίσαι τὸ παρὰ τῆς ἐξετάσεως εὑρεθέν, καὶ δὴ γνωρίσομεν.
144.3.1
Διπλῆ τις ἡ παῖς εἶναί μοι φαίνεται, μεριζομένη αἰδοῖ τε γονέων καὶ ἀνδρὸς συνηθείᾳ. Καὶ τὰ μὲν ῥήματα μετ' ἐκείνων ἐστίν, ἡ δὲ διάνοια οὐκ οἶδα εἰ μή τι καὶ μετὰ τούτου, ὡς παραδηλοῖ τὸ δάκρυον.
144.4.1
Αὐτὸς μὲν οὖν δηλαδὴ πράξεις ὃ παρίσταται τῇ σῇ δίκῃ καὶ τῷ κατευ θύνοντί σε πρὸς πάντα Θεῷ. Ἐγὼ δὲ ἥδιστα ἂν γνώμην ἔδωκα τῷ υἱῷ Οὐηριανῷ πολλὰ τῶν ἐν μέσῳ παραδραμεῖν ἐπὶ τῷ μὴ κυρῶσαι τὸ ἀποστάσιον, ὃ τοῖς ἡμετέροις ἀπαρέσκει πάντως νόμοις, κἂν οἱ Ῥωμαίων ἑτέρως κρίνωσι.
144.5.1
Τὸ δίκαιον γὰρ φυλαχθῆναι ἐπαναγκές, ὃ καὶ ἡμεῖς σοι εὐχόμεθα ἀεὶ λέγειν τε καὶ ποιεῖν.

Intertext edge

Open linked passage

Note