Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
145.1.1
Οὐδὲν δεινὸν ποιοῦσιν οἱ δήμιοι· καὶ γὰρ ὑπηρε τοῦνται νόμοις· οὐδὲ τὸ ξίφος παράνομον, ᾧ τοὺς πονηροὺς κολάζομεν· ἀλλ' ὅμως οὐκ ἐπαινεῖται δήμιος οὐδὲ ἀσμενίζεται φοινικὸν ξίφος.
145.2.1
Οὕτως οὐδὲ ἡμεῖς ἀνεχό μεθα γενέσθαι μισητοὶ διὰ τῆς ἡμετέρας χειρὸς καὶ γλώσσης τοῦ ἀποστασίου βεβαιουμένου. Κρεῖττον γὰρ ἑνώσεως καὶ φιλίας ἢ διαστάσεως καὶ βίου λύσεως μέσους γίνεσθαι.
145.3.1
Τοῦτό μοι δοκεῖ καὶ ὁ θαυμασιώτατος ἄρχων ἐνθυμηθεὶς ἡμῖν ἐπιτρέψαι τὴν πεῦσιν τῆς σῆς θυγατρός, ὡς οὐκ ἀποτόμως οὐδὲ ἀπαθῶς ἐλθεῖν δυναμένοις ἐπὶ τὴν λύσιν. Οὐ γὰρ ὡς λογιστήν, ἀλλ' ὡς ἐπίσκοπον δηλαδὴ προεβάλετο καὶ μέσον ἐποιήσατο τῆς καθ' ὑμᾶς περι πετείας.
145.4.1
Παρακαλῶ τοίνυν χαρίσασθαί τι τῇ ἐμῇ δειλίᾳ· καὶ εἰ μὲν τὰ κρείττω νικᾷ, χρήσασθε ἡμῖν ὑπηρέ ταις τῆς ὑμετέρας βουλήσεως, καὶ χαίρομεν τὰ τοιαῦτα ἐπιταττόμενοι· εἰ δὲ τὰ χείρω τε καὶ σκαιότερα καὶ οἷς οὐδέπω καὶ τήμερον ἐνεχειρήσαμεν, ἄλλον ἐπιζητεῖτε τὸν πρὸς ταῦτα ἐπιτηδειότερον.
145.5.1
Ἐμοὶ δὲ οὐ σχολή, ἵνα τῇ ὑμετέρᾳ φιλίᾳ χαρίσωμαι (εἰ καὶ τὰ πάντα οἶδα ὑμᾶς ἐμαυτῷ τιμιωτάτους), Θεῷ προσκρούειν, ᾧ λόγον ὑπέχω παντὸς κινήματος καὶ διανοήματος.
145.6.1
Τῇ δὲ σῇ θυγατρὶ τότε πιστεύσομεν (εἰρήσεται γὰρ τἀληθές), ὅταν δυνηθῇ τὸ αἰδεῖσθαι ὑμᾶς φυγοῦσα παρρησιάζεσθαι τὴν ἀλήθειαν. Ὡς νῦν γε τὸ πάθος ἐλεεινόν· μερίζει γὰρ ὑμῖν μὲν τὰ ῥήματα, τῷ δὲ ἀνδρὶ τὸ δάκρυον.

Intertext edge

Open linked passage

Note