Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
147.1.1
Τί Θεοῦ δικαιότερον; Ἀλλ' ὅμως, πάντων ποιητὴς ὢν καὶ δεσπότης, ἐξαίρετον ἑαυτοῦ λαὸν ποιεῖται καὶ ὀνομάζει τὸν Ἰσραήλ, καὶ οὐκ αἰσχύνεται μὴ ἄδικος παρὰ τοῦτο νομίζηται.
147.2.1
Τί οὖν θαυμαστὸν εἰ καὶ ἡμεῖς, πάντων κηδόμενοι τῶν ὑπὸ τὴν ἡμετέραν χεῖρα καὶ προστασίαν, πλέον τοῦ υἱοῦ Νικοβούλου περιεχόμεθα, ὃν καὶ γηροκόμον καὶ νοσοκόμον γινώσκομεν, καὶ οἷον ἔρεισμα καὶ βακτηρίαν τῆς ἀσθενείας ἡμῶν ὑποβεβλήμεθα;
147.3.1
Τοῦτον ὑπὸ τὰς σὰς τίθεμεν χεῖρας, καὶ διὰ τῶν σῶν ταῖς τοῦ ἄρχοντος, πάνυ δεινὸν νομίζοντες τοὺς μὲν ἄλλους καὶ τῶν μεγίστων ἐγκλημάτων ἐλευθεροῦν δι' ἡμῶν, καὶ πρώτους γε τοὺς νῦν πικροὺς κατηγόρους,
147.4.1
τοῦτον δὲ μηδὲ τῆς ἐπηρείας δύνασθαι, καὶ ἧς τυγχά νομεν ἐπὶ τῶν ξένων τιμῆς, ταύτης ἐφ' ἡμῶν αὐτῶν μὴ τυγχάνειν, ἀλλὰ ταὐτὸν πάσχειν τοῖς ὀφθαλμοῖς οἳ τἄλλα ὁρῶντες ἑαυτοὺς οὐχ ὁρῶσιν, ἢ τῶν πηγῶν ταῖς ἐν βάθει κειμέναις αἳ τὰ πλησίον οὐχ ὑπορρέουσαι τὰ πόρρω ποτίζουσιν.
147.5.1
Ἔστω δεινὰ τὰ τετολμημένα τοῖς παιδα ρίοις, ἢ ὑπέρδεινα· ὥσπερ οὖν ἴσως οὐδὲν ἢ μικρὸν εὑρηθήσεται, εἰ μὴ τῷ καιρῷ τῆς ἐξετάσεως στενοχωρη θείημεν.
147.6.1
Ἀλλὰ τί τοῦτο πρὸς τοὺς δεσπότας, οἳ μηδενὸς τῶν γεγενημένων κεκοινωνήκασιν; ἢ τίς ὁ λόγος, ὑπὲρ τῶν ἀλλοτρίων ἁμαρτημάτων ἐν ἄλλοις ἀπαιτεῖσθαι δίκην καὶ νῦν τῶν δημοσίων φροντίζειν, ἡνίκα λυπεῖ τὸ ἴδιον;

Intertext edge

Open linked passage

Note