Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
155.1.1
ΑΣΤΕΡΙΩΙ Τί τοῦτο πάσχομεν; οἴχεσθε καταλιπόντες ἡμᾶς, καὶ ἡμεῖς ἀρρωστοῦμεν, οὐδὲ τοσοῦτον παρὰ τοῦ φθόνου συγχωρηθέντες, ὅσον ἐφ' ὑμῖν τὰ προπεμπτήρια φθέγ ξασθαι. Ὢ τῆς ζημίας καὶ τῆς ἐπηρείας.
155.2.1
Κινδυνεύω τι καὶ τολμηρὸν εἰπεῖν· τί λαβεῖν ἔδει τὸ ἀγαθόν, εἰ μὴ παραμένειν ἔμελλεν; Οὐ γὰρ τοσοῦτον εὐφραίνει παρὸν τῶν τερπνῶν οὐδὲ ἕν, ὅσον ἀνιᾷ χωριζόμενον.
155.3.1
Τετι μήμεθα παρ' ὑμῶν, δεδοξάσμεθα, τῆς ἀρχῆς ἀπηλαύσαμεν, τῆς φιλανθρωπίας ἐνεφορήθημεν. Οὔτε γὰρ ἐπιλελήσμεθα τούτων, οὔτε ἐπιλησόμεθα· πρότερον ἡμῶν αὐτῶν ἢ ὑμῶν.
155.4.1
Τί δὲ παρ' ἡμῶν ἀντὶ τούτων ὑμῖν; Τί δ' ἄλλο γε, ἢ ὧν ἔχομεν τὸ κάλλιστον; ἔχομεν δὲ τὰς εὐχάς, αἷς σώζοισθε καὶ εὐδοκιμοίητε. Καὶ πάλιν ἡμῖν ὀφθείητε, ἂν ἄρα τοσαύτης τύχωμεν τοῦ ζῆν προθεσμίας.

Intertext edge

Open linked passage

Note