Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
163.1.1
Ὁ Θεὸς χαρίσαιτό σε ταῖς Ἐκκλησίαις, εἰς δόξαν τε ἡμῶν καὶ πολλῶν ὄφελος, οὕτως ὄντα περιεσκεμμένον καὶ ἀσφαλῆ τὰ πνευματικά, ὥστε καὶ ἡμᾶς ποιεῖν ἀφελεσ τέρους, τοὺς πλέον ἔχειν τι τῷ χρόνῳ νομιζομένους.
163.2.1
Ἐπειδὴ τοίνυν ἠθέλησας κοινωνοὺς ἡμᾶς λαβεῖν πνευματικοῦ σκέμματος (λέγω δὴ τοῦ ὅρκου ἕνεκεν, ὃν Γεώργιος ὁ Πασπασινὸς ἄνθρωπος ὀμωμοκὼς φαίνεται), τό γε παραστὰν ἡμῖν τῇ σῇ εὐλαβείᾳ δηλώσομεν.
163.3.1
Παί ζουσιν ἑαυτοὺς οἱ πολλοί, κατὰ τὸν ἐμὸν λόγον, τοὺς μὲν κατὰ τῶν ἀρῶν προκειμένους ὅρκους ὅρκους νομί ζοντες, τοὺς ἐγγράφους δὲ δίχα τῶν ῥημάτων ἀφοσίωσιν ἀλλ' οὐχ ὅρκον ὑπολαμβάνοντες.
163.4.1
Πῶς γὰρ τὸ μὲν τῶν χρεῶν χειρόγραφον δεσμεῖ πλέον τῆς ἁπλῆς ὁμολο γίας, τὸν δὲ ἐγγεγραμμένον ὅρκον, ἄλλο τι ἢ ὅρκον ὑποληψόμεθα; Καί, συντόμως εἰπεῖν, ὅρκος ἡμῖν ἐστιν ἡ τοῦ ἐπερωτήσαντος καὶ πεισθέντος πληροφορία.
163.5.1
Οὐ μὴν οὐδὲ τὸ βεβιᾶσθαι φάσκειν ἱκανὸν εἰς παραίτησιν (ἡ βία γὰρ ἦν ὁ νόμος ὃν ἔδεισεν), οὐδὲ τῷ δικαστηρίῳ ὕστερον ὑπερέχειν· αὐτὸ γὰρ τὸ δικάσασθαι, παρορκίας.
163.6.1
Τοῦτο καὶ τὸν ἀδελφὸν Γεώργιον ἐπείσαμεν μὴ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις20, μηδὲ λόγους ἀνευρίσκειν συνηγόρους τοῦ πλημμελήματος, ἀλλ' ὅρκον εἰδέναι τὸν ἐγγεγραμμένον καὶ ὑποκλαίειν τῷ Θεῷ καὶ τῇ σῇ εὐλαβείᾳ περὶ τῆς ἁμαρτίας, εἰ καὶ πρότερον ἄλλως ὑπελάμβανεν, ἑαυτὸν ἀπατῶν.
163.7.1
Ταῦτα οὖν αὐτοί τε διελέχθημεν τῷ ἀνδρί· καὶ σὺ δῆλον ὅτι διαλεχθεὶς ἐπιμελέστερον, ἐπὶ πλέον αὐτὸς κατανύξεις, ὡς μέγας τῶν ψυχῶν θεραπευτὴς καὶ τῷ κανόνι φαρμα κεύσας αὐτὸν ἐφ' ὅσον ἂν δοκῇ χρόνον, οὕτως ἐποίσεις τὴν φιλανθρωπίαν τοῦ χρόνου· τοῦ χρόνου δὲ μέτρον, τὸ μέτρον τῆς κατανύξεως.

Intertext edge

Open linked passage

Note