Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
164.1.1
Ἀεὶ καλὸς ἐγὼ τῶν καλῶν θηρευτὴς (ἵνα τι καὶ νεανιεύσωμαι), ὃς καὶ τὴν σὴν λογιότητα κρυπτομένην καὶ τὸ λανθάνειν φιλοσοφοῦσαν ἀνεῦρόν τε λόγοις ἰχνευ τικοῖς καὶ τοῖς ἄλλοις ἐγνώρισα· καί, ἵν' εἴπω τι τῶν ἡμετέρων, τὸ ὑπὸ τῷ μοδίῳ φῶς ἐπὶ τῆς λυχνίας ἐδημο σίευσα.
164.2.1
Ἵνα γὰρ ἐάσω τἄλλα τῶν σῶν καλῶν, τὴν παίδευσιν, τὴν εὐσέβειαν, τὸ τοῦ ἤθους ἐπιεικές τε καὶ μέτριον (ἃ πάντα ἑνὸς γενέσθαι τῶν λίαν ἐστὶ χαλεπῶν), ἰδοὺ τό γε παρὸν πηλίκον·
164.3.1
καὶ μνημονεύεις ἡμῶν, καὶ δεξιοῦσαι τοῖς γράμμασι, καὶ προστίθης ἐπαίνους, οὐχ ἵν' ἐπαινέσῃς (συνίημι γάρ σου τῆς φιλοσοφίας), ἀλλ' ἵνα κρείττους ποιήσῃς καὶ προαγάγῃς εἰς τοὔμ προσθεν, αἰσχυνομένους μὴ τοιούτους φαίνεσθαι οἵους ὑπολαμβάνεις.
164.4.1
Τὰ μὲν οὖν ἡμέτερα πέρας ἔχει. Ὑπεχωρήσαμεν τῷ φθόνῳ, φιλοσοφοῦμεν ἐφ' ἡσυχίας τῷ Θεῷ, καθ' ἡμᾶς αὐτοὺς συγγινόμεθα ταῖς εὐχαῖς, τῶν ἐν μέσῳ κλόνων καὶ θορύβων ἠλευθερώμεθα.
164.5.1
Σὺ δὲ ἡμῖν ἀνδρίζου καὶ κραταιοῦ καὶ ὑπεραγωνίζου τῆς Τριάδος εἰς δύναμιν. Καὶ ὁ πραῢς ἔστω μαχητής, ὃ καὶ ἡμᾶς ἑώρας ποιοῦντας· οὐ γὰρ βούλομαι κέρκωπας μὲν εὐδο κιμεῖν, ἠρεμεῖν δὲ λέοντας.
164.6.1
Καὶ ἡμῶν ὑπερεύχου σφόδρα καμνόντων, ἵν' εἰρηνικῆς τύχωμεν τῆς ἐξόδου, ἤδη πρὸς τοῦτο νεύοντες.

Intertext edge

Open linked passage

Note