Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
179.1.1
ΑΥΤΩΙ Τί φῄς; πείθομέν σε τοῖς λόγοις τούτοις καὶ μετα θήσῃ τὴν παίδευσιν καὶ μεθ' ἡμῶν ταχθήσῃ τῶν ποτε κατὰ σέ, νῦν δέ, εἰ δίδως εἰπεῖν, ὑπὲρ σέ; ἢ δεῖ σοῦ κατε πᾴδειν μακρότερα; Μηδαμῶς, ὦ θαυμάσιε, μὴ τοῦτ' ἀναμείνῃς.
179.2.1
Αἰσχρὸν γὰρ τὸ πλεῖον ἔχοντα, τὸ πᾶν ἐλλείπειν. Εἰ γὰρ ἡ ἀρχὴ τὸ ἥμισυ τοῦ παντὸς γίνεται, τοῦ ἡμίσεος τὸ πλέον τί ἄλλο γε, ἢ τὸ πᾶν; Εἰ μὲν οὖν ἀρκοῦντες ἡμεῖς εἰς παραίνεσιν, ἔχει ταῦτα καλῶς καὶ μηδὲν πλέον ἐπιζητείσθω.
179.3.1
Εἰ δὲ δεῖ σοι καὶ κρείττονος συμβούλου, μετὰ βουλῆς μὲν οἰνοποτεῖν Σολομών σοι διακελεύεται, ἵνα μὴ τῇ τοῦ βίου μέθῃ καὶ δίνῃ περιτραπῇς, ἐγὼ δέ τί φημι μικρὸν τῆς συμβουλῆς παρατρέψας· Μετὰ Θεοῦ βουλεύου, καὶ οὐ διαμαρτήσεις τοῦ δέοντος.

Intertext edge

Open linked passage

Note