Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
17.1.1
Οὐχ ὑβριστικῶς ἐπέστειλα μᾶλλον, ὅπερ ἐμέμψω τῆς ἐπιστολῆς, ἢ πνευματικῶς τε καὶ φιλοσόφως, καὶ ὡς εἰκὸς ἦν, εἰ μὴ καὶ τοῦτο λυπεῖ τὸν λογιώτατον Γρηγόριον.
17.2.1
Καὶ γὰρ εἰ τῷ βαθμῷ κρατεῖς, ἀλλὰ δώσεις τι καὶ ἡμῖν ἐλευθερίας καὶ παρρησίας δικαίας. Καὶ διὰ τοῦτο ἔσο ἡμῖν χρηστότερος.
17.3.1
Πλὴν εἰ κρίνοις τὴν ἐπιστολὴν ὡς οἰκέτου καὶ οὐδ' ἀντιβλέπειν ὀφείλοντος, οὕτω δὴ καὶ πληγὰς ληψόμεθα καὶ οὐδὲ δακρύσομεν· ἢ καὶ τοῦτο ἐγκληθησόμεθα; Ὃ πάντας μᾶλλον ἢ τὴν σὴν εὐλάβειαν παθεῖν ἄξιον. Ἔστι γὰρ ἀνδρὸς μεγαλόφρονος φίλων ἀποδέχεσθαι μᾶλλον ἐλευθερίαν ἢ ἐχθρῶν κολακείαν.

Intertext edge

Open linked passage

Note