Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
184.1.1
Πληρώσαι Κύριος πάντα τὰ αἰτήματά σου20, καὶ μὴ ἀπαξιώσῃς πατρὸς εὐχήν· ἱκανῶς γὰρ τὸ γῆρας ἡμῶν ἀνέπαυσας καὶ γενόμενος μέχρι Παρνασσοῦ, καθὼς προεκλήθης, καὶ τὴν ἐπενεχθεῖσαν τῷ τιμιωτάτῳ καὶ θεοφιλεστάτῳ ἐπισκόπῳ συκοφαντίαν ἐλέγξας· ἐπειδὴ φιλοῦσιν οἱ πονηροὶ τὰς ἑαυτῶν αἰτίας περιτρέπειν εἰς τοὺς ἐλέγχοντας.
184.2.1
Ἰσχυρότερος μὲν γὰρ πάσης κατη γορίας ὁ χρόνος τοῦ ἀνδρὸς καὶ ὁ βίος καὶ ἡμεῖς οἱ πολλάκις τὰ αὐτὰ καὶ ἀκούσαντες παρ' αὐτοῦ καὶ διδά ξαντες, οἵ τε ἐκ τῆς πλάνης ἐπαναχθέντες καὶ προστε θέντες τῷ κοινῷ σώματι τῆς Ἐκκλησίας·
184.3.1
ἐδεῖτο δὲ ὅμως πονηρὸς ὁ καιρὸς ὤν, καὶ ἀκριβεστέρας ἀποδείξεως διὰ τοὺς ἐπηρεαστὰς καὶ κακοήθεις ἣν αὐτὸς ἡμῖν ἐχα ρίσω, μᾶλλον δὲ καὶ τοῖς κουφοτέροις καὶ ῥᾳδίως ὑπὸ τῶν τοιούτων ἀπατωμένοις.
184.4.1
Ταῦτα δὲ εἰ θελήσειας καὶ μακροτέραν ὁδὸν ὑποστὰς διὰ σεαυτοῦ μαρτυρῆσαι καὶ διαιτήσεις τοῖς ἀμφισβητουμένοις μετὰ τῶν λοιπῶν ἐπισκόπων, ἔργον ποιήσεις πνευματικὸν καὶ τῆς σῆς τελειότητος ἄξιον. Τὴν σὺν σοὶ ἀδελφότητα ἐγώ τε καὶ οἱ σὺν ἐμοὶ πάντες προσαγορεύομεν.

Intertext edge

Open linked passage

Note