Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
186.1.1
Τί ἂν ἐποίησας, εἰ παρὼν αὐτὸς εἶχον πράγματα; ἦ δῆλον ὅτι πᾶσαν ἂν ἔθου σπουδὴν ἐλευθερῶσαί με τῆς ἐπηρείας, εἴπερ τι δεῖ τοῖς προλαβοῦσι τεκμαίρεσθαι.
186.2.1
Τοῦτο καὶ νῦν ἡμῖν χάρισαι διὰ τῆς κοσμιωτάτης ἀνεψιᾶς ἡμῶν τῆς προσπιπτούσης σοι δι' ἡμῶν, αἰδεσθεὶς μὲν τὴν ἡλικίαν τῆς ἱκέτιδος, αἰδεσθεὶς δὲ τὸν τρόπον καὶ τὴν εὐλάβειαν οὐ κατὰ πολλὰς οὖσαν γυναῖκας,
186.3.1
αἰδεσθεὶς δὲ πρὸς τοῖς ἄλλοις καὶ τὴν ἀπραγμοσύνην τῆς γυναικὸς καὶ τὸ παρὰ τῶν οἰκείων νῦν ἔχειν πράγματα, πρὸ πάντων δὲ τὴν ἡμετέραν παράκλησιν.
186.4.1
Ἡ μείζων δὲ χάρις, τὸ τάχος τῆς εὐεργεσίας ἣν ἀπαιτοῦμεν. Τὸ μὲν γὰρ φιλάνθρωπον τῇ χήρᾳ καὶ ὁ ἄδικος ἐν τῷ Εὐαγ γελίῳ κριτὴς ἐχαρίσατο, ἀλλὰ μετὰ πολλὴν ἱκεσίαν καὶ προσεδρείαν.
186.5.1
Παρ' ὑμῶν δὲ ὑπαρχέτω τὸ τάχος ἵνα μὴ κάμνῃ μακρὰ ταῖς φροντίσι καὶ ταῖς ἐπὶ τῆς ἀλλοδαπῆς κακοπαθείαις· εἰ καὶ τὰ μάλιστα οἶδα σαφῶς ὅτι οἰκείαν αὐτῇ ποιήσει καὶ τὴν ἀλλοτρίαν ἡ σὴ θεοσέβεια.

Intertext edge

Open linked passage

Note