Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
18.1.1
Εἶχον μὲν οὐδ' ἄλλως πρὸς τὴν σὴν εὐλάβειαν μικροψύχως, μὴ τοῦτό μου καταγνῷς· ἀλλὰ μικρὸν ἐλευθεριάσας τε καὶ θαρρήσας, ὅσον τὸ λυποῦν ἐπιψύξαι καὶ θεραπεῦσαι, αὐτίκα ἡττήθην καὶ ὑπεκλίθην καὶ τῷ κανόνι φέρων ἐμαυτὸν ὑπέθηκα.
18.2.1
Τί δ' οὐκ ἔμελλόν σέ τε γινώσκων καὶ νόμους πνεύματος; Νῦν δὲ καὶ εἰ λίαν μικροψύχως εἶχον καὶ ἀγεννῶς, ἀλλ' ὅ γε καιρὸς οὐκ ἐᾷ τοῦτο πάσχειν καὶ οἱ καταδραμόντες θῆρες τῇ ἐκκλησίᾳ, τό τε σὸν γενναῖον καὶ ἀνδρικόν, οὕτω καθαρῶς καὶ γνησίως προπολεμοῦντος τῆς ἐκκλησίας.
18.3.1
Ἥξομεν οὖν, εἰ δοκεῖ, καὶ ταῖς εὐχαῖς ὑμῖν συλλαμβανόμενοι καὶ συναγωνιούμενοι καὶ ὑπηρετησόμενοι καὶ ὡς ἀθλητὴν ἄριστον κελευσταὶ παῖδες ταῖς ὑποφωνήσεσιν ὑπαλεί ψοντες.

Intertext edge

Open linked passage

Note