Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
193.1.1
Αἰσθάνομαί σου τῶν ἐγκλημάτων καὶ σιωπῶντος. «Γάμους εἱστιῶμεν», ἴσως ἐρεῖς, «καὶ ταῦτα τῆς χρυσῆς Ὀλυμπιάδος καὶ σῆς, καὶ παρῆν ἐπισκόπων ὅμιλος· σὺ δὲ ἀπῆς ἡμῖν, ὁ γεννάδας, ἢ ἀπαξιώσας, ἢ κατοκνήσας.»
193.2.1
Οὐδέτερον, ὦ θαυμάσιε. Ἀλλ' οὐκ ἦν, οἶμαι, πράττοντα τραγικῶς, πανηγυρίζειν κωμικῶς, καὶ ἅμα παντελῶς ἄωρον καὶ οὐ γαμικόν, δύο ποδαλγοὶ περιφερόμενοι καὶ γελώμενοι, μέσοι πηδώντων,– ἵνα τί σοι καὶ προσπαίξωμεν γαμικῶς.
193.3.1
Ἐπεὶ τῷ γε βούλεσθαι καὶ πάρειμι καὶ συνεορτάζω καὶ τῶν νέων τὰς δεξιὰς ἀλλήλαις τε ἐμβάλλω καὶ ἀμφοτέρας τῇ τοῦ Θεοῦ. Πρέπει γάρ, ὥσπερ ἄλλο σοι πᾶν ἀγαθόν, οὕτω δὴ καὶ τὴν συζυγίαν ἐπὶ παντὶ βελτίστῳ γενέσθαι καὶ κατὰ τὰς κοινὰς ἡμῶν εὐχάς.

Intertext edge

Open linked passage

Note