Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
196.1.1
ΕΚΗΒΟΛΙΩΙ Βοήσομαί τι κατ' ἐμαυτοῦ· καὶ συγγνώμη τῷ ἀλ γοῦντι τὰ τοῦ ἀλγοῦντος καὶ φθέγξασθαι. Ὦ σαρκίον πονη ρὸν καὶ κακόηθες, οἷά με κακὰ δρᾷς, οἷα ἐργάζῃ· ἐγγὺς ἀνὴρ ὃν καὶ πόρρω τυγχάνοντα μεταδιώκειν τῶν ἀναγκαίων, τῆς τε ἀρχικῆς ἀρετῆς εἵνεκα καὶ τῆς ἄλλης ἡμερότητος.
196.2.1
Σὺ δὲ πονηρῶς ἔχεις καὶ σχεδὸν ἀκινήτως, καὶ περιορᾷς ἄλλους τοῦ ἀγαθοῦ μεταλαμβάνοντας, ἡμᾶς δὲ ζημιου μένους. Τὰ μὲν οὖν τῆς κατηγορίας τοιαῦτα.
196.3.1
Ἐπεὶ δὲ οὐκ ἐξαρκεῖ τὸ ἀποδύρασθαι μόνον ἃ πάσχομεν, ἀλλὰ δεῖ καί τινος φαρμάκου πρὸς τὴν πληγήν, τοῦτο ἐξεύρομεν, τὸ θαρρῆσαι τῇ ἐπιστολῇ ταύτῃ καὶ τοῖς γράμμασι σκιαγραφῆσαι τὴν παρουσίαν.
196.4.1
Εἰ δὲ καὶ τὸ εὖ ποιεῖν ἡμᾶς ἐπιζητεῖς, βρύων τὸ ἀγαθόν, προσάγομεν θαρροῦντες οἰκίαν ἐλεεινὴν καὶ φιλανθρωπίας ἀξίαν, χήραν μετ' ὀρφανῶν ἔτι θερμῶν ἐν τοῖς δάκρυσι, τήν τε ἀδελφιδῆν τὴν ἐμὴν λέγω καὶ τοὺς ταύτης παῖδας οἵ, πατρὸς ἀγαθοῦ γεγονότες καὶ πολλὰ μὲν βασιλεῦσι καμόντος ἐν ὅπλοις οὐκ ἀνωνύμως, ἀλλὰ καὶ λίαν λαμπρῶς, πολλὰ δὲ τοῖς ἄρχουσιν ὑμῖν ὑπουργήσαντος (εἴ τινα Νικόβουλον ἀκούεις), κινδυνεύουσι νῦν πάσχειν τὰ χαλεπώτατα.
196.5.1
Μετὰ γὰρ τὴν τῶν φίλων ἔκδοσιν καὶ τοὺς ὅρκους ἐκείνους, οὓς ἐπὶ τῇ ἐξετάσει ὑπέστησαν, νῦν πάλιν ἐπηρεάζειν ἐπιχειροῦσι τοῖς ὀρφανοῖς.

Intertext edge

Open linked passage

Note