Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
210.1.1
Ἐμοὶ τῆς πατρίδος, ὡς ἔοικεν, ἡ ἀλλοδαπὴ χρησ τοτέρα· ἡ μὲν γὰρ ἐδίδου τῆς σῆς ἀπολαύειν φιλίας, ἡ δὲ οὐδὲν τοιοῦτον ἡμῖν ἐχαρίσατο. Καὶ τοῦτό μοι παρὰ τῆς ἀρρωστίας, ἥ με κατέχει πεδήσασα καὶ πρὸς πολλὰ ποιεῖ δυσκίνητον ἢ ἀκίνητον, εἰ χρὴ λέγειν τὸ ἀληθέστερον.
210.2.1
Ταύτην μὲν οὖν τὴν ζημίαν λυπούμενοι μὲν οἴσομεν· τί δὲ οὐ φέρει τῶν ἀνιαρῶν ἅνθρωπος; Μόνον ὑγιαίνοις καὶ πράττοις τὰ κατὰ νοῦν, καὶ ἐν χειρὶ Θεοῦ εἴη τὰ σά· ἔσται δέ, εἰ γνησίως αὐτοῦ λαμβάνοιο.
210.3.1
Τὴν δὲ κυρίαν, τὴν κοινὴν ἡμῶν ἀδελφὴν τάχιστα ἀποπέμψασθαι θέλησον, ὡς κοινὸν ἔρεισμα καὶ τῶν εὐλαβῶν καὶ τῆς ἀσθενείας τῆς ἡμετέρας· ἢ πολλά σου τῆς Σακερδώτιδος καταβοη σόμεθα, δι' ἣν ζημιούμεθα, καὶ καλέσομεν αὐτὴν τῇ οἰκείᾳ προσηγορίᾳ. Γνώσῃ δὲ ἥ τις, παρ' αὐτῆς πυθόμενος.

Intertext edge

Open linked passage

Note