Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
215.1.1
Τί δεινὸν ἡμῖν; Οὐδέν, ὅτι μὴ Θεοῦ καὶ τῶν θείων διαμαρτάνειν. Τἄλλα δέ, ὡς ἂν φέρῃ Θεός, οὕτως ἐχέτω, εἴτε διὰ τῶν δεξιῶν ὅπλων καὶ χρηστοτέρων οἰκονομεῖ τῆς δικαιοσύνης ἡμᾶς, εἴτε διὰ τῶν ἀριστερῶν τε καὶ σκαιοτέρων.
215.2.1
Οἶδε τοὺς λόγους τούτων ὁ τῆς ζωῆς ἡμῶν οἰκονόμος. Ἓν φοβηθῶμεν μόνον, τὸ μήτι παθεῖν ἀφιλόσοφον.
215.3.1
Ἐπτωχοτροφήσαμεν, ἐφιλαδελφήσαμεν, ψαλμῳδίαις ἐνετρυφήσαμεν, ἕως ἐξῆν. Οὐ συγχωρούμεθα τοῦτο· ἄλλο τι φιλοσοφήσωμεν, οὐ πενιχρὰ ἡ χάρις· ἰδιάσωμεν, θεωρήσωμεν, τὸν νοῦν καθάρωμεν ταῖς θείαις ἐμφάσεσιν, ὃ τάχα καὶ τῶν προειρημένων ὑψηλότερον.
215.4.1
Ἡμεῖς δὲ οὐχ οὕτως ἔχομεν, ἀλλ' ὅτι τοῦ ἑνὸς διημάρ τομεν, τοῦ παντὸς ἐκπεπτωκέναι νομίζομεν; Μὴ οὕτως, ἀλλ' ἔτι κρατῶμεν τῆς χρηστῆς ἐλπίδος· ἴδωμεν εἴ τι ἡμῖν ὑπολειπόμενον, καὶ μὴ ταὐτὸν πάσχωμεν τοῖς πώλοις, οἳ τῷ μὴ συνειθίσθαι ταῖς πτόαις πρὸς τοὺς ψόφους ἐξαγριαίνοντες τοὺς ἐπιβάτας ἑαυτῶν καταβάλ λουσιν.

Intertext edge

Open linked passage

Note