Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
220.1.1
Ὧν ἐπέστειλας τὰ μὲν λίαν ἥμερα καὶ φιλάνθρωπα, τὰ δὲ οὐκ ἔχω τί λέγω, πλὴν ἡμῖν λυπηρά, καὶ μάλα εἰκότως, ὡς ἐμαυτὸν πείθω.
220.2.1
Εἴτε γὰρ δικαίως ἐγκα λεῖται ὁ ἀδελφὸς καὶ συμπρεσβύτερος ἡμῶν Σακερδώς, ὅπερ οὐκ οἴομαι, λυπηρόν. Πῶς γὰρ οὔ; τοσαύτην εὐλάβειαν καὶ τοσούτους πόνους οὕτως ἐν βραχεῖ κατα λυθῆναι;
220.3.1
Εἴτε διαβολὴ ταῦτά ἐστι παρὰ τῶν φθο νούντων αὐτῷ κατασκευασθεῖσα, καὶ τοῦτο ἀνιαρόν, οὗ ἡ πολιτεία συνῆπταί σοι, τοῦτον ἀλλοτριοῦσθαι ταῖς ἐπηρείαις.
220.4.1
Ἣν οὖν ἐν τοῖς παροῦσιν ἀρίστην γνώμην καὶ λυσιτελεστάτην ἔγνων, ταύτην ἀπόδεξαι· αὐτὸν ἔπεμψά σοι τὸν ἀδελφόν, μᾶλλον δὲ ὡρμημένον προέπεμψα δι' ἑαυτοῦ καὶ τὸ λυποῦν θεραπεύσοντα καὶ πάντα μετὰ ἀληθείας ἀναδιδάξοντα.
220.5.1
Περὶ μὲν γὰρ τῶν ἀπολο γήσασθαί φησιν ἕτοιμος εἶναι, τὰ δὲ ὡς ψεύδη κατεσ κεύασται δεῖξαι. Τοῦτο γὰρ καὶ ἡμᾶς ἔπεισεν, ὡς φόβῳ Θεοῦ τοὺς λόγους ποιούμενος.

Intertext edge

Open linked passage

Note