Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
221.1.1
Ἐπὶ τὴν σύνοδον ἡμᾶς καλεῖς· ἐγὼ δὲ ηὐχόμην οὕτως ἔχειν τοῦ σώματος ὥστε παρεῖναι ὑμῖν καὶ αὐτό κλητος, ἵν' ἴδω τὸν ἱερὸν οἶκον ὑμῶν, τὸ Χριστοῦ κατα γώγιον, τὴν τῶν ἁγίων κλάδων ῥίζαν, τὴν ὡς ἀληθῶς μητέρα τέκνων εὐφραινομένην20 τε καὶ εὐφραινο μένων.
221.2.1
Οἶδα τοῦτο καὶ πέπεισμαι ἐν Κυρίῳ καὶ διὰ τοῦτο λέγω θαρρῶν· καὶ εἴ τι λυπηρὸν νῦν ὑμῖν ἀπήντηκεν, οὐ μὴ ἀποσβεσθῇ ὁ λύχνος τοῦ Ἰσραήλ20, κἂν ταῖς αὔραις τοῦ πονηροῦ ῥιπίζηται, οὐδὲ ἡ τοῦ Θεοῦ χρηστότης ἐπὶ πλεῖον κρυφθήσεται, ἣν κρύπτει τοῖς φοβουμένοις αὐτὸν20 λόγοις ἀρρήτοις οἰκονομίας, ἀλλ' ἐνδοξασθήσεται μᾶλλον καὶ θαυμασθήσεται διὰ τῆς ὑμετέρας ὑπομονῆς καὶ τῆς μὴ καταισχυνούσης ἐλπίδος20. 221. 3 Τοῦτο δὲ παραίνει καὶ τῷ τιμιωτάτῳ υἱῷ ἡμῶν Σακερδῶτι, μηδὲν ἀθυμεῖν μηδ' ἀνάξιον ἑαυτοῦ τι πάσχειν, ἀλλ' οὕτω τὸν καιρὸν
221.3.1
διαθέσθαι ὡς φιλοσοφίας ὕλην τὰ λυπηρὰ λαβεῖν.
221.4.1
Ἔτι θεραπευσάτω τὸν τιμιώτατον ἡμῶν ἐπίσκοπον· ἔτι ῥωννύτω τοὺς ἀδελφούς, ἵνα μάλιστα μὲν μὴ καταλυθῇ τὸ ἔργον ἡμῶν ὃ προεθέμεθα ἐν Κυρίῳ, τοσοῦτόν τε ὂν καὶ οὕτω περιβόητον.
221.5.1
Εἰ δὲ μή, τὸ γοῦν ἐπιεικὲς δείξομεν καὶ τὸν φθόνον νικήσομεν, ὡς μηδεμίαν δεδωκότες καθ' ἑαυτῶν λαβὴν τοῖς20 πονη ροῖς ματαίως ἡμῖν ἐχθραίνουσιν20.

Intertext edge

Open linked passage

Note