Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
222.1.1
Ὥρμησα μὲν καὶ αὐτὸς πρὸς τὴν σὴν εὐλάβειαν, καίπερ ἀσθενοῦντος ἡμῖν τοῦ σώματος, ἐπισκεψόμενός τε ὁμοῦ καὶ τῆς καρτερίας ἐπαινεσόμενος, ἣν ἐπὶ τῷ μακα ριωτάτῳ ἀδελφῷ σου φιλοσοφεῖς· τοῦτο γὰρ οὐκ ἀμφί βολον.
222.2.1
Ἐπειδὴ δὲ ὑπό τινος περιστάσεως ἐκωλύθην, ἀναγκαίως ἦλθον ἐπὶ τὰ γράμματα καὶ συμφιλοσοφήσω σοι διὰ βραχέων τὰ σά.
222.3.1
Πόθεν ὁ καλὸς Σακερδὼς ἡμῖν, ὁ γνήσιος τοῦ Θεοῦ παραστάτης καὶ νῦν καὶ πρότε ρον; Ἐκ Θεοῦ. Ποῦ δὲ νῦν Σακερδώς; Πρὸς Θεόν, οὐκ ἀηδῶς ὑποχωρήσας, εὖ οἶδα, τῷ φθόνῳ καὶ τοῖς τοῦ πονηροῦ παλαίσμασι.
222.4.1
Πόθεν δ' ἡμεῖς; Οὐκ ἐκεῖθεν; Ποῦ δ' ἡμεῖς ἀναλύσομεν; Οὐ πρὸς τὸν αὐτὸν Δεσπότην; Καὶ εἴθε μετ' ἴσης τῆς παρρησίας. Τοῦ αὐτοῦ προσκυνηταὶ καὶ παρήχθημεν καὶ μεταχθησόμεθα, ὀλίγα ἐνταῦθα κακοπαθήσαντες, ὥς γε πρὸς τὴν ἐκεῖθεν ἐλπίδα, καὶ ἴσως ἵνα γνῶμεν τὴν χάριν, ἐξ ὧν ἐνταῦθα πεπόνθαμεν.
222.5.1
Πατήρ, μήτηρ, ἀδελφός, οἱ προειληφότες, τί τοῦτό ἐστιν; Ἀριθμὸς ἐπαινετῶν ὁδοιπόρων. Τούτοις ἀκολου θήσει καὶ Θέκλα μετὰ μικρόν, ἡ τοῦ Θεοῦ δούλη καὶ ἀπαρχὴ τῶν καλῶν, ὀλίγον ὑπομείνασα, ὅσον ἐκείνους τε τιμῆσαι τῇ καρτερίᾳ καὶ πολλοῖς ὑπόδειγμα γενέσθαι τῆς περὶ ταῦτα φιλοσοφίας.
222.6.1
Ἐπαινῶμεν οὖν τὴν αὐτὴν δεσποτείαν καὶ δεχώμεθα τὴν οἰκονομίαν τῶν πολλῶν ὑψηλότερον. Ταῦτα ἔχε νῦν ἀνθ' ἡμῶν καὶ τούτοις σύνεσο τοῖς λογισμοῖς, εἰ καὶ κρείττονας παρὰ σεαυτῇ ἀνευρίσκεις.
222.7.1
Εἰ δέ σε καὶ κατ' ὄψιν ἰδεῖν καταξιωθείημεν μετὰ παντὸς τοῦ σοῦ καὶ περὶ σὲ πληρώματος, πλείων ἡ χάρις τῷ εὐεργέτῃ.

Intertext edge

Open linked passage

Note