Epistulae
Gregory of Nazianzus (gregory-of-nazianzus)Epis 223 · pg-scrape-grcMore by Gregory of Nazianzus (gregory-of-nazianzus)
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)">
—
⋯
Original / primary: Pg Scrape Grc
223.1.1
Ἀλγεῖς ἀπολειφθέντων ἡμῶν, ὡς εἰκός· ἡμεῖς δὲ πλέον ἐπὶ τῷ χωρισμῷ τῆς σῆς εὐλαβείας. Πλὴν εὐχα ριστοῦμεν τῷ Θεῷ μέχρι σοῦ φθάσαντες, καὶ οὐκ ἐμεμψά μεθα τῷ κόπῳ.
223.2.1
Εἴδομεν γάρ σου τὸ στερέωμα τῆς εἰς Χριστὸν πίστεως καὶ τὴν ἐπαινετὴν ἐρημίαν καὶ τὸν φιλόσοφον ἰδιασμόν, ὅτι πάντων χωρισθεῖσα τῶν τοῦ κόσμου τερπνῶν Θεῷ μόνῳ συνέκλεισας ἑαυτὴν καὶ τοῖς ἁγίοις μάρτυσιν, οἷς παροικεῖς, καὶ προσήγαγες τῷ Θεῷ καὶ προσάγεις μετὰ τῶν ἀγαπητῶν σου τέκνων θυσίαν ζῶσαν, εὐάρεστον20. 223. 3 Ταῦτα οὖν ἔστω σοι καὶ παρα μυθία τῶν λυπηρῶν, ἐπεὶ καὶ Δαυῒδ ὁ μέγας ἐγκρύπτει τοῖς ἐκεῖθεν ἀγαθοῖς, εἰς ἃ πέμπει τοὺς λογισμούς, τὰ ἐντεῦθεν ὀδυνηρά, ὅταν λέγη· Ὅτι ἔκρυψέ με ἐν σκηνῇ αὐτοῦ ἐν ἡμέρᾳ κακῶν20· καὶ οὐκ ἀποτίθεται μόνον τὸ ἀλγεινὸν ὅταν μνησθῇ τοῦ Θεοῦ, ἀλλὰ καὶ εὐφραίνεται· Ἐμνήσθην20 γάρ, φησι, τοῦ Θεοῦ καὶ εὐφράνθην20. 223. 4 Ἀλγοῦσι καὶ οἱ τῷ κόσμῳ προστετη κότες καὶ πολὺ πλείονα τῶν τῷ Θεῷ δουλευόντων· ἀλλ' ἄμισθον αὐτοῖς τὸ ἀλγεῖν· ἡμῖν δὲ καὶ τὸ πάσχειν
223.4.1
ἔμμισθον, ὅταν διὰ τὸν Θεὸν καρτερῶμεν.
223.5.1
Φέρε γὰρ ἀντισταθμήσωμεν τὰ λυπηρὰ τοῖς ἡδέσι καὶ τὰ παρόντα τοῖς μέλλουσι, καὶ οὐδὲ πολλοστὸν μέρος εὑρήσομεν ταῦτα ἐκείνων· τοσοῦτον ὑπερβάλλει τὰ χρηστότερα.
223.6.1
Καλὸν οὖν φάρμακον ἡμῖν, ὅταν ὀδυ νώμεθα, τότε μεμνῆσθαι Θεοῦ καὶ τῶν ἐκεῖθεν ἐλπίδων καὶ τὸ τοῦ Δαυῒδ πάσχειν, ἐν θλίψει πλατύνεσθαι20, ἀλλὰ μὴ στενοχωρεῖσθαι τοῖς λογισμοῖς μηδὲ ὥσπερ νέφει τῇ λύπῃ καλύπτεσθαι, ἀλλὰ τότε μάλιστα τῆς ἐλπίδος ἔχεσθαι καὶ πρὸς τὴν ἐκεῖθεν διαβλέπειν μακαριότητα τὴν ἀποκειμένην τοῖς ὑπομένουσι.
223.7.1
Μάλιστα δ' ἂν οὕτω πεισθείημεν ἐγκαρτερεῖν τοῖς δεινοῖς καὶ ὑπὲρ τοὺς πολλοὺς εἶναι ὅταν ἀλγῶμεν, εἰ ἐνθυμηθείημεν τί ἐπηγγει λάμεθα τῷ Θεῷ καί τί ἠλπίσαμεν ὅτε τῇ φιλοσοφίᾳ προσέ βημεν·
223.8.1
πλουτεῖν; εὐθυμεῖν; εὐημερεῖν κατὰ τὸν βίον τοῦτον; ἢ ἐκ τῶν ἐναντίων θλίβεσθαι; κακοπαθεῖν; στενοχωρεῖσθαι; πάντα στέγειν, πάντα ὑπομένειν20 διὰ τὴν τῶν μελλόντων ἐλπίδα; Ταῦτα, οἶδα, οὐκ ἐκεῖνα προσεδοκήσαμεν.
223.9.1
Φοβοῦμαι οὖν μὴ καὶ τὰς συνθήκας τὰς πρὸς Θεὸν ψευδώμεθα, ὅταν καὶ ταῦτα ζητῶμεν ἔχειν κἀκεῖνα ἐλπίζωμεν. Μὴ καταλύσωμεν τὴν πραγματείαν ἀλλ' ἐνέγκωμεν ταῦτα ὑπὲρ τοῦ τυχεῖν ἐκείνων.
223.10.1
Ἔθλιψαν ἡμᾶς οἱ θλίψαντες, ἠνίασαν οἱ μεταχωρήσαντες· ἀλλ' ἡμεῖς ἀδούλωτον τοῖς πάθεσι τὴν ψυχὴν φυλάξωμεν. Οὕτω τῶν λυπούντων κρατήσομεν.
223.11.1
Κἀκεῖνο σκόπει διὰ τίνα θλιβόμεθα· οὐ διὰ τοὺς μεταστάντας; Τί δ' ἂν ποιοῦντες ἐκείνοις χαρισαίμεθα; Οὐ καρτεροῦντες; Τοῦτο οὖν αὐτοῖς χαρισώμεθα· καὶ γὰρ πείθομαι τὰς τῶν ἁγίων ψυχὰς τῶν ἡμετέρων αἰσθά νεσθαι.
223.12.1
Ἐπὶ πᾶσι καὶ πρὸ πάντων ἐκεῖνο λογιζώ μεθα, ὅτι τῶν ἀτόπων ἐστὶν ἔξω μὲν τῆς ἀνάγκης φιλοσο φεῖν, ἐν δὲ τοῖς πάθεσιν ἀφιλοσόφους φαίνεσθαι, ἀλλὰ μὴ τοῖς πολλοῖς τύπον γενέσθαι ὥσπερ τῆς ἐν τοῖς εὐθύμοις εὐχαριστίας, οὕτω καὶ τῆς ἐν τοῖς δεινοῖς καρτε ρίας.
223.13.1
Καὶ ταῦτα γράφω, οὐχ ὡς ἀγνοοῦσαν διδάσκων, ἀλλ' ὡς ἐπισταμένην ὑπομιμνῄσκων. Ὁ δὲ Θεὸς τῆς παρακλήσεως20 σέ τε ἄτρωτον φυλάξειε τοῖς πάθεσι καὶ ἡμῖν γε χαρίσαιτο πάλιν ἰδεῖν σου τὴν εὐλάβειαν καὶ διὰ τῶν ἔργων πεισθῆναι ὅτι ὁ κόπος ἡμῶν οὐκ εἰς κενὸν ἐγένετο, ἀλλ' ἐσμέν τι παρὰ σοὶ πλέον τῶν ἄλλων,
223.14.1
ὡς τῆς θλίψεως ἐκοινωνήσαμεν οὕτω καὶ τῆς φιλοσοφίας κοινωνὸν λαβόντες, ὃ τάχα τῇ πολιᾷ ἡμῶν ταύτῃ καὶ τοῖς κατὰ Θεὸν καμάτοις ὀφείλεται.