Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
224.1.1
Τίσιν ἵπποι μάλιστα χαίρουσι; Δῆλον ὡς ἵπποις. Ἀετοὶ δὲ τίσι; Οὐκ ἄλλοις ἢ ἀετοῖς. Κολοιὸν δὲ ποτὶ κολοιὸν ἱζάνειν καὶ τῆς παροιμίας ἀκούεις.
224.2.1
Οὕτω δὴ καὶ Ἀττικὸν Ἀττικοῖς οἴου χαίρειν καὶ τὸν καλοκἀγαθίας μεταποιούμενον τῷ ταύτης ἐραστῇ καὶ προστάτῃ.
224.3.1
Τοῦτο γὰρ ὁ ἄρχων εἶναί μοι φαίνεται, βοηθὸς ἀρετῆς καὶ ἀνταγωνιστὴς κακίας, κἂν τὴν ἀναίμακτον ἀρχὴν ἄρχῃ καθάπερ ἡμεῖς, κἂν τὴν μετὰ ξίφους καὶ τελαμῶνος.
224.4.1
Αἷμα γὰρ οὐδέ σοι προσθήσομεν, ἀρετῇ κρατοῦντα γινώσκοντες, οὐ βίᾳ καθείργοντα, καὶ φόβῳ μᾶλλον ἢ ἔργῳ κολάζοντα τοὺς κακούς, ὅπερ τῆς ἀρίστης ὅρος ἀρχῆς.
224.5.1
Διὰ δὴ ταῦτα σφόδρα μὲν τὸ τῆς συντυχίας ἐσπουδάζετό μοι καὶ νῦν ἔτι σπουδάζεται· οὐκ ἔχων δὲ ὅπως τούτου τύχοιμι διὰ τὴν ἀρρωστίαν, ἀναγκαίως ἦλθον ἐπὶ τὰ γράμματα καὶ τὸ κάλλιστον, ὅτι προσφθέγ γομαί σε δι' ἀνδρὸς οἰκείου καὶ φίλου καὶ συγγενοῦς, τοῦ τιμιωτάτου τὰ πάντα ἐμοὶ Νικοβούλου, ὃς καὶ ἀπολογή σεταί σοι περὶ ἡμῶν (ἀξιόπιστος δὲ ὁ ἀνήρ, εἴπερ ἄλλος τις, ὅσα δὴ ἐμὲ γινώσκειν), καὶ δι' ἡμῶν ἑαυτὸν γνωρίσει τῇ σῇ τελειότητι.

Intertext edge

Open linked passage

Note