Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
228.1.1
Τίς οὐκ ἐπαινεῖ φυτὸν ἄρτι βρύον τοῖς ἄνθεσι; Τίνα οὐκ εὐφραίνει λήϊον ἄρτι δεσμούμενον καὶ στάχυν ὥριμον ὑπισχνούμενον; Τίνα δὲ οὐ νεοτελὴς ψυχή, ἄρτι Θεῷ κοσμουμένη καὶ τὰς χοϊκὰς ἀποσείεσθαι πέδας ἀρχομένη, ἵνα μετὰ Θεοῦ γένηται καὶ ἴδῃ τὴν ἀλήθειαν ὧν νῦν τὰς σκιὰς ὁρῶμεν;
228.2.1
Χαίρω μὲν οὖν διὰ ταῦτα διαφερόντως τῷ ἀγαπητῷ ἀδελφῷ καὶ συνδιακόνῳ ἡμῶν Εὐαγρίῳ, οὐκ ἀγεννῶς αὐτὸν ὁρῶν φιλοσοφίᾳ προσβαί νοντα· ἐπειδὴ φιλοσοφία καὶ τὸ σοφίας ἐρᾶν.
228.3.1
Χαίρω δὲ ὅτι μοι καὶ τὴν σὴν προξενεῖ φιλίαν, καὶ ἔτι χαρήσομαι ἐὰν ἐπιστέλλῃς πλείονα καὶ πλείοσιν ἡμᾶς ἀμείβοιο τοῖς τῆς φιλίας γνωρίσμασιν.

Intertext edge

Open linked passage

Note