Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
231.1.1
Εὐώπιον ἡ φιλτάτη, καὶ γάμου καιρός, καὶ βίου κρηπίς, καὶ πατέρων εὐχαὶ πληρούμεναι. Ἡμεῖς δὲ ἄπεσμεν, οὓς μάλιστα παρεῖναι καὶ συνεύχεσθαι δίκαιον ἦν.
231.2.1
Καίτοι καὶ ὑπεσχόμην, τὸ γὰρ ἐλπίζειν ὑπῆν τῷ ποθεῖν· ἱκανὸν δὲ εἰς ἀπάτην τὸ βούλεσθαι. Καὶ πολλάκις μὲν ὁρμήσας, πολλάκις δὲ κατοκνήσας, τέλος ἡττήθην τῆς ἀρρωστίας.
231.3.1
Ἄλλοι μὲν οὖν καλείτωσαν ἔρωτας,– ἐπειδὴ γαμικὸν καὶ τὸ παίζειν,– καὶ παρθένου κάλλος γραφέτωσαν καὶ νυμφίου χάριν ἀντεγειρέτωσαν καὶ βαλλέτωσαν λόγοις μετὰ τῶν ἀνθέων τὰς παστάδας.
231.4.1
Ἐγὼ δὲ ὑμῖν προσᾴσω τὸν ἐμὸν ἐπιθαλάμιον· Εὐλο γήσαι Κύριος ὑμᾶς ἐκ Σιών20, καὶ αὐτὸς ἁρμόσαι τὴν συζυγίαν, καὶ ἴδοις υἱοὺς τῶν υἱέων20, οὐ πολὺ δ' εἰπεῖν ὅτι καὶ κρείσσονας.
231.5.1
Τοῦτο καὶ παρὼν ἐπηυξάμην ἂν ὑμῖν καὶ νῦν ἐπεύχομαι. Τἄλλα δὲ ὑμῖν μελέτω καὶ στεφανούτω πατήρ, ὡς εὔξατο. Τοῦτο γὰρ καὶ εἴ που γάμοις παραγεγόναμεν, ἐτυπώσαμεν· ἐκείνων μὲν εἶναι τοὺς στεφάνους, ἡμῶν δὲ τὰς εὐχάς, ἃς οἶδα μὴ τόποις ὁριζομένας.

Intertext edge

Open linked passage

Note