Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
232.1.1
Οὔτε κεκλήμεθα πρὸς τοὺς γάμους τῆς θυγατρὸς ἡμῶν, καὶ πάρεσμεν καὶ συνεορτάζοντες καὶ συμπροθυ μούμενοι καὶ ἐπευχόμενοι πᾶν ὑμῖν ὃ κάλλιστον.
232.2.1
Ἓν δὲ τῶν καλῶν, παρεῖναι Χριστὸν τοῖς γάμοις (οὗ δὲ Χριστός, εὐκοσμία), καὶ τὸ γενέσθαι οἶνον τὸ ὕδωρ (τὸ δέ ἐστι πάντα μεταποιεῖσθαι πρὸς τὸ βέλτιον), οὕτως, ὡς μὴ τὰ ἄμικτα μίγνυσθαι, μηδὲ εἰς ταὐτὸν ἄγειν ἐπισκόπους καὶ γελωτοποιούς, εὐχὰς καὶ κρότους, ψαλμῳδίας καὶ συναυλίας.
232.3.1
Δεῖ γάρ, ὥσπερ τἄλλα πάντα, οὕτω καὶ τοὺς γάμους Χριστιανῶν ἔχειν τὸ εὔκοσμον· κόσμος δέ, ἡ σεμνότης. Ταῦτα δωροφοροῦμεν τῷ γάμῳ· σὺ δ' ἡμῖν ἀντιδοίης τὴν εὐπείθειαν. Τὸν δὲ γαμβρόν, εἰ μὲν ἕπεται τούτοις, ἔχεις υἱόν· εἰ δὲ μή, στρατιώτην.

Intertext edge

Open linked passage

Note