Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
233.1.1
Πυνθάνομαί σε σοφιστικῆς ἐρᾶν, καὶ τὸ σχῆμα εἶναι θαυμάσιον, οἷον σοβαρὸν φθέγγεσθαι, μέγα βλέπειν, βαδίζειν ὑψηλὸν καὶ μετέωρον, τὸ λῆμά σοι φέρειν ἐκεῖσε εἰς Μαραθῶνα καὶ Σαλαμῖνα, ταῦτα δὴ τὰ ὑμέτερα καλλωπίσματα, καὶ μηδὲν ἐννοεῖν ὅτι μὴ Μιλτιάδας καὶ Κυναιγείρους, Καλλιμάχους τε καὶ Λαμάχους, καὶ πάντα ἐσκευάσθαι σοφιστικῶς καὶ ὅτι ἐγγύτατα τῆς ἐγχειρήσεως.
233.2.1
Εἰ μὲν οὖν μετὰ τούτου καὶ ἀρετῆς ποιῇ τινα λόγον, ἡμέτερος εἶ καὶ καθ' ὁδόν σοι προΐοι τὰ τῆς εὐδοκιμήσεως· εἰ δὲ τὸ ὅλον εἶ σοφιστὴς καὶ τῆς ἡμετέρας ἐπιλανθάνῃ φιλίας, ὧν τε πρὸς ἀλλήλους πολλάκις περὶ τοῦ καλοῦ διελέχθημεν, ἄλλο μὲν οὐδὲν ἐρῶ δυσχερές, ἐκεῖνο δὲ εἰπεῖν ἴσως μέτριον·
233.3.1
ἴσθι βραχέα μὲν παίζων ἐν τοῖς μειρακίοις, πλεῖστα ὑπὸ σεαυτοῦ παισθησόμενος, ἡνίκα ἂν ἔλθῃ σοι τὸ φρονεῖν,– ἀλλ' εἰς ὕστερον.

Intertext edge

Open linked passage

Note