Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nazianzus-2" aria-label="More works by Gregory of Nazianzus (gregory-of-nazianzus)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
234.1.1
Τὸ πυκτίον ὅπερ εἴληφας παρ' ἡμῶν, τὰς Ἀριστο τέλους Ἐπιστολάς, ἠδυνάμην μὲν μὴ ἀνακομίσασθαι, ἀλλὰ παρὰ σοὶ μένειν ἐᾶσαι, λογίῳ τε δῶρον οἰκεῖον καὶ φιλίας ὑπόμνημα δεξιόν.
234.2.1
Ὡς ἂν δὲ μὴ γραφὴν ἀπενέγκῃς καθ' ἡμῶν τῆς εἰς ἀρχὴν παρανομίας καὶ ὕβρεως, ὡς καὶ ῥήτωρ δεινότατος καὶ δικαστὴς ἄριστος, ὅτι διαφθείρειν ἐπιχειροῦμεν δικαστὴν οὕτως ἀνάλωτον καὶ παντὸς ὑψηλότερον λήμματος, ἡκέτω πάλιν ὃ δεδώκαμεν.
234.3.1
Μισθὸν δὲ ἐπιζητοῦμεν παρὰ τῆς σῆς λογιότητος ἄλλο μὲν οὐδὲν (τί γὰρ ἂν καὶ δοίης ἡμῖν τὸ μηδὲν ἔχειν φιλο σοφοῦσιν;), αὐτὸ δὲ τὸ ἐπιστέλλειν, ἵνα σοι καὶ πρὸς λόγον ᾖ τὸ τῆς ἀντιδόσεως, τὴν ἐπὶ ταῖς Ἐπιστολαῖς χάριν δι' ἐπιστολῶν διαλύοντι.

Intertext edge

Open linked passage

Note